§524κινδυνεύων περὶ τῆς ψυχῆς τῆς αὑτοῦ τοῦτο ποιῆσαι;
冒着生命危险去做这件事呢?
§525ὥστʼ αὐτὸς ἀροῦν ἐπαναγκασθεὶς καὶ σκάπτειν τἄλλα τε μοχθεῖν §526ὀδυνηρότερον τρίψεις βίοτον πολὺ τοῦ νῦν.
结果你自己被迫去耕地、掘土并承受其他苦难,从而度过一个比现在痛苦得多的生活。
§526bἐς κεφαλὴν σοί.
报应到你头上!
§527ἔτι δʼ οὐχ ἕξεις οὔτʼ ἐν κλίνῃ καταδαρθεῖν, οὐ γὰρ ἔσονται, §528οὔτʼ ἐν δάπισιν· τίς γὰρ ὑφαίνειν ἐθελήσει χρυσίου ὄντος;
而且你也将无法在床上入睡,因为床根本不会存在,也没有毯子;因为既然有了金子,谁还愿意去织布?
§529οὔτε μύροισιν μυρίσαι στακτοῖς ὁπόταν νύμφην ἀγάγησθον. §530οὔθʼ ἱματίων βαπτῶν δαπάναις κοσμῆσαι ποικιλομόρφων.
迎娶新娘的时候,你也无法用滴流的香油涂抹身体,也无法花费昂贵去用五彩缤纷、各式各样的染制衣裳来装扮她。
§531καίτοι τί πλέον πλουτεῖν ἐστιν τούτων πάντων ἀποροῦντας;
然而,如果缺少了所有这些东西,富有又有什么好处呢?
§532παρʼ ἐμοῦ δʼ ἔστιν ταῦτʼ εὔπορα πάνθʼ ὑμῖν ὧν δείσθον· ἐγὼ γὰρ §533τὸν χειροτέχνην ὥσπερ δέσποινʼ ἐπαναγκάζουσα κάθημαι §534διὰ τὴν χρείαν καὶ τὴν πενίαν ζητεῖν ὁπόθεν βίον ἕξει.
但从我这里,你们两人所需要的一切都可以轻易得到;因为我像女主人一样强迫手工业者坐下来,因为需要和贫穷而不得不去寻找从哪里获得生计。
§535σὺ γὰρ ἂν πορίσαι τί δύναιʼ ἀγαθὸν φῴδων ἐκ βαλανείου §536καὶ παιδαρίων ὑποπεινώντων καὶ γραι· δίων κολοσυρτόν;
那么,除了从公众浴室出来的满身火伤的贫民,以及半饥半饱的小孩和老太婆组成的乌合之众,你又能提供什么好东西呢?
§537φθειρῶν τʼ ἀριθμὸν καὶ κωνώπων καὶ ψυλλῶν οὐδὲ λέγω σοι §538ὑπὸ τοῦ πλήθους, αἳ βομβοῦσαι περὶ τὴν κεφαλὴν ἀνιῶσιν, §539ἐπεγείρουσαι καὶ φράζουσαι,
πεινήσεις, ἀλλʼ ἐπανίστω.
至于数不清的虱子、蚊子和跳蚤,我甚至都不用对你多说,因为它们数量多得在你的头周围嗡嗡作响,让人烦恼,把你闹醒并对你说:“你会挨饿的,快起来。
§540πρὸς δέ γε τούτοις ἀνθʼ ἱματίου μὲν ἔχειν ῥάκος· ἀντὶ δὲ κλίνης §541στιβάδα σχοίνων κόρεων μεστήν, ἣ τοὺς εὕδοντας ἐγείρει· §542καὶ φορμὸν ἔχειν ἀντὶ τάπητος σαπρόν· ἀντὶ δὲ προσκεφαλαίου §543λίθον ἐυμεγέθη πρὸς τῇ κεφαλῇ· σιτεῖσθαι δʼ ἀντὶ μὲν ἄρτων §544μαλάχης πτόρθους, ἀντὶ δὲ μάζης φυλλεῖʼ ἰσχνῶν ῥαφανίδων, §545ἀντὶ δὲ θράνους στάμνου κεφαλὴν κατεαγότος, ἀντὶ δὲ μάκτρας §546φιδάκνης πλευρὰν ἐρρωγυῖαν καὶ ταύτην.
” 此外,穿的是破烂衣服而不是上衣;而代替床的,是塞满臭虫、会闹醒熟睡者的草垫;代替地毯的是一床烂草席;代替枕头的是放在头边的一块大石头;吃的不是面包,而是锦葵的嫩茎;代替麦饼的是枯萎的萝卜叶;代替凳子的是破水罐的罐口;代替揉面盆的是破木桶的侧板,而且连这个也是破的。
ἆρά γε πολλῶν §547ἀγαθῶν πᾶσιν τοῖς ἀνθρὠποις ἀποφαίνω σʼ αἴτιον οὖσαν;
难道我向所有人证明了你是一切福利的源泉吗?
§548σὺ μὲν οὐ τὸν ἐμὸν βίον εἴρηκας, τὸν τῶν πτωχῶν δʼ ὑπεκρούσω.
你说的不是我的生活,你抨击的是乞丐的生活。
§549οὐκοῦν δήπου τῆς Πτωχείας Πενίαν φαμὲν εἶναι ἀδελφήν.
那么,我们当然可以说,贫困与乞讨是亲姐妹。
§550ὑμεῖς γʼ οἵπερ καὶ Θρασυβούλῳ Διονύσιον εἶναι ὅμοιον.
你们这些人啊,大概还会说狄奥尼西奥斯和色拉西布洛斯是一样的人呢。
§551ἀλλʼ οὐχ οὑμὸς τοῦτο πέπονθεν βίος οὐ μὰ Δίʼ, οὐδέ γε μέλλει.
但我的生活绝对不是那样的,凭宙斯起誓,以后也不会是。
§552πτωχοῦ μὲν γὰρ βίος, ὃν σὺ λέγεις, ζῆν ἐστιν μηδὲν ἔχοντα· §553τοῦ δὲ πένητος ζῆν φειδόμενον καὶ τοῖς ἔργοις προς έχοντα, §554περιγίγνεσθαι δʼ αὐτῷ μηδέν, μὴ μέντοι μηδʼ ἐπιλείπειν.
因为你所说的乞丐的生活,是身无分文地活着;而穷人的生活则是节衣缩食、专心劳作,虽无盈余,但也绝不短缺。
§555ὡς μακαρίτην ὦ Δάματερ τὸν βίον αὐτοῦ κατέλεξας, §556εἰ φεισάμενος καὶ μοχθήσας καταλείψει μηδὲ ταφῆναι.
凭德墨忒尔起誓,你把他的生活说得可真幸福啊,如果他节衣缩食、辛勤劳作,最后连死后安葬的钱都没留下!
§557σκώπτειν πειρᾷ καὶ κωμῳδεῖν τοῦ σπουδάζειν ἀμελήσας, §558οὐ γιγνώσκων ὅτι τοῦ Πλούτου παρέχω βελτίονας ἄνδρας §559καὶ τὴν γνώμην καὶ τὴν ἰδέαν.
你只顾着开玩笑、演喜剧,而不去认真对待问题,你不知道我培养出的人比普路托斯培养出的更好,无论是在心智上还是在外貌上。
παρὰ τῷ μὲν γὰρ ποδαγρῶντες §560καὶ γαστρώδεις καὶ παχύκνημοι καὶ πίονές εἰσιν ἀσελγῶς, §561παρʼ ἐμοὶ δʼ ἰσχνοὶ καὶ σφηκώδεις καὶ τοῖς ἐχθροῖς ἀνιαροί.
因为在他那里,人们患有痛风、大肚子、粗小腿,肥胖得令人作呕;而在我这里,人们身材苗条、腰细如蜂,而且令敌人痛苦。
§562ἀπὸ τοῦ λιμοῦ γὰρ ἴσως αὐτοῖς τὸ σφηκῶδες σὺ πορίζεις.
那种像蜜蜂一样的身材,恐怕是你用饥饿给他们提供的吧。
§563περὶ σωφροσύνης ἤδη τοίνυν περανῶ σφῷν κἀναδιδάξω §564ὅτι κοσμιότης οἰκεῖ μετʼ ἐμοῦ, τοῦ Πλούτου δʼ ἐστὶι ὑβρίζειν.
那么现在关于节制,我要向你们两个说明并让你们明白,慎德与我同住,而傲慢则属于普路托斯。
§565πάνυ γοῦν κλέπτειν κόσμιόν ἐστιν καὶ τοὺς τοίχους διορύττειν.
确实,偷窃是非常得体的,还有挖墙行窃!
§566†νὴ τὸν Δίʼ, εἰ δεῖ λαθεῖν αὐτόν, πῶς οὐχὶ κόσμιόν ἐστι; †
凭宙斯起誓,如果必须不被人发现,那怎么能说是不体面的呢?
§567σκέψαι τοίνυν ἐν ταῖς πόλεσιν τοὺς ῥήτορας, ὡς ὁπόταν μὲν §568ὦσι πένητες, περὶ τὸν δῆμον καὶ τὴν πόλιν εἰσὶ δίκαιοι, §569πλουτήσαντες δʼ ἀπὸ τῶν κοινῶν παραχρῆμʼ ἄδικοι γεγένηνται, §570ἐπιβουλεύουσί τε τῷ πλήθει καὶ τῷ δήμῳ πολεμοῦσιν.
那么,看看城邦里的那些煽动家们吧,当他们贫穷时,对民意和城邦是公正的,但一旦从公共财产中发了财,就立刻变得不公正,阴谋对付大众,并与人民为敌。
§571ἀλλʼ οὐ ψεύδει τούτων γʼ οὐδέν, καίπερ σφόδρα βάσκανος οὖσα.
虽然你极其恶毒,但你说的这些话倒一句也不假。
§572ἀτὰρ οὐχ ἧττόν γʼ οὐδὲν κλαύσει, μηδὲν ταύτῃ γε κομήσῃς, §573ὁτιὴ ζητεῖς τοῦτʼ ἀναπείθειν ἡμᾶς, ὡς ἔστιν ἄμεινον §574Πενία Πλούτου.
但即使这样,你也少不了要挨惩罚,别在这件事上神气活现了,因为你试图说服我们,认为贫穷比富有更好。
而在这件事上,你还根本无法驳倒我,你只是在胡说八道和拍打翅膀。
§575bκαὶ πῶς φεύγουσί σʼ ἅπαντες;
那为什么所有人都在躲避你呢?
§576ὅτι βελτίους αὐτοὺς ποιῶ.
因为我让他们变得更好。
σκέψασθαι δʼ ἔστι μάλιστα §577ἀπὸ τῶν παίδων· τοὺς γὰρ πατέρας φεύγουσι φρονοῦντας ἄριστα §578αὐτοῖς.
这一点最能从孩子们身上看出来;因为他们躲避对他们存有最好心意的父亲。
οὕτω διαγιγνώσκειν χαλεπὸν πρᾶγμʼ ἐστὶ δίκαιον.
因此,辨别正确的事情是一件难事。