Humanitext Reader

アリストパネス · 蛙 §341-453

秘儀参入者の聖なる歌舞とプルトンの館の尋ね出し

5 / 18 箇所 · ギリシア語

要旨

秘儀参入者の合唱隊がイアコスやデメテルを讃えて聖なる踊りを踊り、不浄な者たちを排除するとともに特定の同時代人を風刺する。ディオニュソスとクサンティアスは合唱隊に合流を望み、プルトンの館の場所を尋ねて、そこがすぐ目の前であることを教えられる。

§341Ἴακχʼ ὦ Ἴακχε, §342νυκτέρου τελετῆς φωσφόρος ἀστήρ.
イアコスよ、おお、イアコスよ、夜の秘儀を照らし出す明星よ。
§343φλογὶ φέγγεται δὲ λειμών· §345γόνυ πάλλεται γερόντων· §346ἀποσείονται δὲ λύπας §347χρονίους τʼ ἐτῶν παλαιῶν ἐνιαυτοὺς §350ἱερᾶς ὑπὸ τιμᾶς.
牧草地は炎で輝き、老人たちの膝は弾み、彼らは苦痛を振り払う、長きにわたる歳月の、積もり積もった憂いを、聖なる儀礼の力によって。
§351σὺ δὲ λαμπάδι † φλέγων† §352προβάδην ἔξαγʼ ἐπʼ ἀνθηρὸν ἕλειον δάπεδον §353χοροποιὸν μάκαρ ἥβαν.
あなたは松明を燃え立たせながら、前へと進み、花咲く沼地の平原へと導きたまえ、踊る若者たちを、幸いなる御方よ。
§354εὐφημεῖν χρὴ κἀξίστασθαι τοῖς ἡμετέροισι χοροῖσιν, §355ὅστις ἄπειρος τοιῶνδε λόγων ἢ γνώμῃ μὴ καθαρεύει, §356ἢ γενναίων ὄργια Μουσῶν μήτʼ εἶδεν μήτʼ ἐχόρευσεν, §357μηδὲ Κρατίνου τοῦ ταυροφάγου γλώττης Βακχεῖʼ ἐτελέσθη, §358ἢ βωμολόχοις ἔπεσιν χαίρει μὴ ʼν καιρῷ τοῦτο ποιοῦσιν, §359ἢ στάσιν ἐχθρὰν μὴ καταλύει μηδʼ εὔκολός ἐστι πολίταις, §360ἀλλʼ ἀνεγείρει καὶ ῥιπίζει κερδῶν ἰδίων ἐπιθυμῶν, §361ἢ τῆς πόλεως χειμαζομένης ἄρχων καταδωροδοκεῖται, §362ἢ προδίδωσιν φρούριον ἢ ναῦς, ἢ τἀπόρρητʼ ἀποπέμπει §363ἐξ Αἰγίνης Θωρυκίων ὢν εἰκοστολόγος κακοδαίμων, §364ἀσκώματα καὶ λίνα καὶ πίτταν διαπέμπων εἰς Ἐπίδαυρον, §365ἢ χρήματα ταῖς τῶν ἀντιπάλων ναυσὶν παρέχειν τινὰ πείθει, §366ἢ κατατιλᾷ τῶν Ἑκαταίων κυκλίοισι χοροῖσιν ὑπᾴδων, §367ἢ τοὺς μισθοὺς τῶν ποιητῶν ῥήτωρ ὢν εἶτʼ ἀποτρώγει, §368κωμῳδηθεὶς ἐν ταῖς πατρίοις τελεταῖς ταῖς τοῦ Διονύσου·
不吉な言動を慎み、我々の踊りから遠ざかるべきである、このような言葉に不慣れな者や、心が清らかでない者、あるいは気高きムーサたちの秘儀を見たことも踊ったこともない者、牛を食らうクラティノスの舌によるバッコス祭の秘儀を授かっていない者、あるいは不適切な時に道化の言葉をもてあそぶのを喜ぶ者、あるいは憎むべき党争を収めず、市民に対して寛大でない者、むしろ私利私欲を求めてそれを煽り立て、燃え上がらせる者、あるいは国家が嵐に見舞われている時に、支配者でありながら賄賂を受け取る者、あるいは砦や船を売り渡し、あるいは禁輸品を送り出す者、アイギナから、トリュキオンなる不吉な徴税官であって、革の櫂当てや帆布やピッチをエピダウロスへと送り届ける者、あるいは敵国の船に資金を提供するよう誰かをそそのかす者、あるいはヘカテの祠を汚し、円環舞踊の伴奏歌を歌いながら嫌がらせをする者、あるいは演説家でありながら、詩人たちの報酬を削り取る者、祖伝のディオニュソス祭の儀礼において喜劇でからかわれたからといって。
§369τούτοις αὐδῶ καὖθις ἀπαυδῶ καὖθις τὸ τρίτον μάλʼ ἀπαυδῶ §370ἐξίστασθαι μύσταισι χοροῖς·
これらの者たちに私は命じ、再び禁じ、また三度、固く禁ずる、参入者たちの踊りから立ち去ることを。
ὑμεῖς δʼ ἀνεγείρετε μολπὴν §371καὶ παννυχίδας τὰς ἡμετέρας αἳ τῇδε πρέπουσιν ἑορτῇ.
しかし、お前たちは歌を呼び覚まし、この祭りにふさわしい、我々の夜徹しの祝いを始めよ。
§372χώρει νυν πᾶς ἀνδρείως §373ἐς τοὺς εὐανθεῖς κόλπους
さあ、今こそ全員、勇敢に進め、花咲き誇る、牧草地の懐へと。
§374λειμώνων ἐγκρούων §375κἀπισκώπτων §376καὶ παίζων καὶ χλευάζων,
足を踏み鳴らし、からかい、戯れ、ふざけ合いながら。
§377ἠρίστηται δʼ ἐξαρκούντως.
食事は十分に済ませたのだから。
§378ἀλλʼ ἔμβα χὤπως ἀρεῖς §379τὴν Σώτειραν γενναίως §380τῇ φωνῇ μολπάζων, §381ἣ τὴν χώραν §382σῴζειν φήσʼ ἐς τὰς ὥρας, §383κἂν Θωρυκίων μὴ βούληται.
さあ、進め、そして高らかに称えよ、救い主たる女神を、気高き歌声をもって称えながら、彼女はこの地をとこしえに救うと約束している、たとえトリュキオンが望まなくとも。
§384ἄγε νυν ἑτέραν ὕμνων ἰδέαν τὴν καρποφόρον βασίλειαν §385Δήμητρα θεὰν ἐπικοσμοῦντες ζαθέαις μολπαῖς κελαδεῖτε.
さあ、今度は別の種類の賛歌を、実りをもたらす女王たる、デメテル女神を、神聖な歌で飾り立て、称え歌え。
§386Δήμητερ ἁγνῶν ὀργίων §387ἄνασσα συμπαραστάτει, §388καὶ σῷζε τὸν σαυτῆς χορόν, §389καί μʼ ἀσφαλῶς πανήμερον §390παῖσαί τε καὶ χορεῦσαι·
デメテルよ、清らかな秘儀の女王よ、共にあって我らを支え、あなたの合唱隊を救いたまえ、そして私が一日中、無事に戯れ、踊ることができるように。
§391καὶ πολλὰ μὲν γέλοιά μʼ εἰ- §392πεῖν, πολλὰ δὲ σπουδαῖα, καὶ
そして私に多くの滑稽なことを言わせ、また多くの真面目なことも言わせたまえ。
§393τῆς σῆς ἑορτῆς ἀξίως §394παίσαντα καὶ σκώψαντα νι- §395κήσαντα ταινιοῦσθαι.
そして、あなたの祭りにふさわしく、戯れ、からかって、勝利を得て、花冠を授かることができるように。
§396ἄγʼ εἶα §397νῦν καὶ τὸν ὡραῖον θεὸν παρακαλεῖτε δεῦρο
さあ、行くぞ、今こそ麗しき神をこちらへ呼び求めよ、歌をもって。
§398ᾠδαῖσι, τὸν ξυνέμπορον τῆσδε τῆς χορείας.
この踊りの同行者である御方を。
§399Ἴακχε πολυτίμητε, μέλος ἑορτῆς §400ἥδιστον εὑρών, δεῦρο συνακολούθει §401πρὸς τὴν θεὸν §402καὶ δεῖξον ὡς ἄνευ πόνου §403πολλὴν ὁδὸν περαίνεις.
大いに尊ばれるイアコスよ、祭りの最も心地よい歌を編み出した御方よ、こちらへ伴い進みたまえ、女神のもとへ、そして、いかに骨折ることなく長い道のりを踏破するかを示したまえ。
§404Ἴακχε φιλοχορευτὰ συμπρόπεμπέ με.
踊りを愛するイアコスよ、私を送り届けておくれ。
§405σὺ γὰρ κατεσχίσω μὲν ἐπὶ γέλωτι §406κἀπʼ εὐτελείᾳ τόδε τὸ σανδαλίσκον §407καὶ τὸ ῥάκος, §408κἀξηῦρες ὥστʼ ἀζημίους §409παίζειν τε καὶ χορεύειν.
あなたは笑いをもたらすために、そして安上がりのために、この粗末なサンダルと、このボロ布を引き裂いてくださった、それは、我々が損害を被ることなく戯れ、踊ることができるようにするため。
§410Ἴακχε φιλοχορευτὰ συμπρόπεμπέ με.
踊りを愛するイアコスよ、私を送り届けておくれ。
§411καὶ γὰρ παραβλέψας τι μειρακίσκης §412νῦν δὴ κατεῖδον καὶ μάλʼ εὐπροσώπου §413συμπαιστρίας §414χιτωνίου παραρραγέν- §415τος τιτθίον προκύψαν.
さて、私はふと横を盗み見て、一人の少女の、それも実に見目麗しい遊び仲間の、キトンが裂けて、胸がちらりとのぞいているのを目にしたのだ。
§416Ἴακχε φιλοχορευτὰ συμπρόπεμπέ με.
踊りを愛するイアコスよ、私を送り届けておくれ。
§417ἐγὼ δʼ ἀεί πως φιλακόλου- §418θός εἰμι καὶ μετʼ αὐτῆς §419παίζων χορεύειν βούλομαι.
私もかねてより同行するのが大層お気に入りで、彼女と一緒に、戯れて踊りたいものだ。
§419bκἄγωγε πρός.
私もまた。
§420βούλεσθε δῆτα κοινῇ §421σκώψωμεν Ἀρχέδημον;
それなら、我々全員でアルケデモスをからかおうか。
§422ὃς ἑπτέτης ὢν οὐκ ἔφυσε φράτερας.
あいつは七歳になっても、義兄弟の歯を生やさなかったのだ。
§423νυνὶ δὲ δημαγωγεῖ §424ἐν τοῖς ἄνω νεκροῖσι, §425κἀστὶν τὰ πρῶτα τῆς ἐκεῖ μοχθηρίας.
それが今や民衆の指導者となり、あの世の死者たちの間で、あそこの悪党どもの最たる頭目なのだ。
§426τὸν Κλεισθένους δʼ ἀκούω §427ἐν ταῖς ταφαῖσι πρωκτὸν §428τίλλειν ἑαυτοῦ καὶ σπαράττειν τὰς γνάθους·
そしてクレイステネスの話では、墓場で自分の尻を毟り取り、自分の頬をかきむしっているそうだ。
§429κἀκόπτετʼ ἐγκεκυφώς, §430κἄκλαε κἀκεκράγει §431Σεβῖνον ὅστις ἐστὶν ἁναφλύστιος.
そして身を屈めて胸を叩き、泣き叫び、大声を上げていたそうだ、アナプリュストス区のセビノスなる男を求めて。
§432καὶ Καλλίαν γέ φασι §433τοῦτον τὸν Ἱπποβίνου §434κύσθου λεοντῆν ναυμαχεῖν ἐνημμένον.
また、カリアスもそうらしい、馬との交尾狂いの息子なるあの男が、女陰のライオン皮を身に纏い、海戦を戦ったと。
§435ἔχοιτʼ ἂν οὖν φράσαι νῷν §436Πλούτωνʼ ὅπου ʼνθάδʼ οἰκεῖ;
それで、我々二人に教えてはくれまいか、プルトンがこのあたりのどこに住んでいるのかを。
§437ξένω γάρ ἐσμεν ἀρτίως ἀφιγμένω.
我々はたった今到着したばかりの異邦人なのだ。
§438μηδὲν μακρὰν ἀπέλθῃς, §439μηδʼ αὖθις ἐπανέρῃ με, §440ἀλλʼ ἴσθʼ ἐπʼ αὐτὴν θύραν ἀφιγμένος.
少しも遠くへ行く必要はない、再び私に尋ねるまでもない、まさにその玄関の前に到着していると知りなさい。
§441αἴροιʼ ἂν αὖθις ὦ παῖ.
また持ち上げろ、おい。
§442τουτὶ τί ἦν τὸ πρᾶγμα;
これはいったいどういうことだ?
§443ἀλλʼ ἢ Διὸς Κόρινθος ἐν τοῖς στρώμασιν.
荷物の中身は、ゼウスのコリントスばかりだ。
§444χωρεῖτε §445νῦν ἱερὸν ἀνὰ κύκλον θεᾶς, ἀνθοφόρον ἀνʼ ἄλσος §446παίζοντες οἷς μετουσία θεοφιλοῦς ἑορτῆς·
進め、今こそ女神の聖なる円環を、花咲く森の中を、神に愛された祭りにあずかる者たちよ、戯れながら。
§447ἐγὼ δὲ σὺν ταῖσιν κόραις εἶμι καὶ γυναιξίν, §448οὗ παννυχίζουσιν θεᾷ, φέγγος ἱερὸν οἴσων.
私は少女たちや女たちとともに行こう、彼女たちが女神のために夜を明かして祝うところへ、聖なる光を運ぶために。
§449χωρῶμεν ἐς πολυρρόδους §450λειμῶνας ἀνθεμώδεις, §451τὸν ἡμέτερον τρόπον §452τὸν καλλιχορώτατον
我々は薔薇に満ちた、花咲き乱れる牧草地へと進もう、我々のやり方で、この上なく美しき踊りに乗せて、戯れながら。
§453παίζοντες, ὃν ὄλβιαι
それを、幸いなる

語釈・文法注

  1. §347χρονίους τʼ ἐτῶν παλαιῶν ἐνιαυτοὺς — ἐτῶν παλαιῶν(長い歳月)は、χρονίους(長年にわたる)および ἐνιαυτούς(年々、歳月)に係る説明的・属性的属格。全体で「長きにわたる、往年の年月による憂い(λύπας)」を意味する。
  2. §354εὐφημεῖν χρὴ κἀξίστασθαι τοῖς ἡμετέροισι χοροῖσιν — 不定詞 εὐφημεῖν(静粛にする)と ἐξίστασθαι(避ける、身を引く)は、非人称動詞 χρή(〜すべきである)の主語。τοῖς ἡμετέροισι χοροῖσιν(我々の踊りから)は ἐξίστασθαι が支配する分離の与格。
  3. §378χὤπως ἀρεῖς — χὤπως は καὶ ὅπως の縮約(crasis)。ὅπως に直説法未来(ἀρεῖς、αἴρω の未来形)が続くことで、強い命令・勧告(「〜するようにせよ」)を表現している。
  4. §422ὃς ἑπτέτης ὢν οὐκ ἔφυσε φράτερας — 「7歳になっても義兄弟(歯)を生やさなかった」という表現は、「7歳になっても第二大臼歯が生えない」ことと「アテナイの市民としての血縁団体(フラトリア)に登録されない」ことをかけた言葉遊び(ダジャレ)。φράτερας は本来「兄弟・一族の者」だが、ここでは「歯」と二重に解釈される。
  5. §435ἔχοιτʼ ἂν οὖν φράσαι νῷν — ἔχοιτε ἄν(希求法+ἄν)は丁寧な依頼を表現する潜在希求法。「〜していただけないでしょうか」。不定詞 φράσαι は ἔχω(〜できる)の補足不定詞で、νῷν は「我々二人」を表す与格の双数形(「我々二人に」)。

この箇所を引用する

アリストパネス, 蛙 §341-453. Humanitext Reader, https://reader.humanitext.ai/text/urn:cts:greekLit:tlg0019.tlg009.humanitext-grc2:341-453

AIによる草稿訳である旨と閲覧日を添えてください。

訳文・注・要旨はAIによる草稿で、読者の指摘により改訂されています。