§1027νικᾶν ἀεὶ τοὺς ἀντιπάλους, κοσμήσας ἔργον ἄριστον.
(アイスキュロス)常に敵に打ち勝つことを(教え込んだのだ)、最も優れた作品(『ペルシア人』)を飾り立ててな。
§1028ἐχάρην γοῦν, †ἡνίκʼ ἤκουσα περὶ Δαρείου τεθνεῶτος,† §1029ὁ χορὸς δʼ εὐθὺς τὼ χεῖρʼ ὡδὶ συγκρούσας εἶπεν
ἰαυοῖ.
(ディオニュソス)ともかく私は嬉しかったぞ、†亡きダレイオスについて(悲歌を)聞いた時はな、† コーラスがすぐに両手をこのように打ち鳴らして『イアウォイ! 』と叫んだのだ。
§1030ταῦτα γὰρ ἄνδρας χρὴ ποιητὰς ἀσκεῖν.
(アイスキュロス)なぜなら、詩人たる者はこのようなことを鍛錬せねばならぬからだ。
σκέψαι γὰρ ἀπʼ ἀρχῆς §1031ὡς ὠφέλιμοι τῶν ποιητῶν οἱ γενναῖοι γεγένηνται.
そもそも初めから考えてみるがよい、高貴な詩人たちが、いかに有益であったかを。
§1032Ὀρφεὺς μὲν γὰρ τελετάς θʼ ἡμῖν κατέδειξε φόνων τʼ ἀπέχεσθαι, §1033Μουσαῖος δʼ ἐξακέσεις τε νόσων καὶ χρησμούς, Ἡσίοδος δὲ §1034γῆς ἐργασίας, καρπῶν ὥρας, ἀρότους·
オルペウスは我々に神秘の儀式を教え、殺生を慎むことを示し、ムサイオスは病気の治療法と神託を、ヘシオドスは大地の耕作、実りの季節、耕作の時期を(教えた)。
ὁ δὲ θεῖος Ὅμηρος §1035ἀπὸ τοῦ τιμὴν καὶ κλέος ἔσχεν πλὴν τοῦδʼ ὅτι χρήστʼ ἐδίδαξεν, §1036τάξεις ἀρετὰς ὁπλίσεις ἀνδρῶν;
そして、神聖なるホメロスは、いったい何によって名誉と名声を得たのか、有益なこと、すなわち男たちの陣立てや武勇や武装を教えたからではないか?
(ディオニュソス)だがしかし、パンタクレスだけはあのこの上なく不器用な男だけは教えられなかったな。
πρώην γοῦν, ἡνίκʼ ἔπεμπεν, §1038τὸ κράνος πρῶτον περιδησάμενος τὸν λόφον ἤμελλʼ ἐπιδήσειν.
こないだ大祭の行列を率いた時など、兜を先に頭に縛り付けておいてから、前立てをその上に結びつけようとしたのだから。
§1039ἀλλʼ ἄλλους τοι πολλοὺς ἀγαθούς, ὧν ἦν καὶ Λάμαχος ἥρως·
(アイスキュロス)しかし、他の多くの優れた者たちを教えたのだ。 英雄ラマコスもその一人だ。
§1040ὅθεν ἡμὴ φρὴν ἀπομαξαμένη πολλὰς ἀρετὰς ἐποίησεν,
私の心はそこから型を取り、多くの武勇の姿を描き出した。
§1041Πατρόκλων, Τεύκρων θυμολεόντων, ἵνʼ ἐπαίροιμʼ ἄνδρα πολίτην §1042ἀντεκτείνειν αὑτὸν τούτοις, ὁπόταν σάλπιγγος ἀκούσῃ.
パトロクロスや、獅子の心を持つテウクロスたちの姿をな。 それは、市民を奮い立たせ、喇叭の音を聞いた時に、これらの英雄たちと競い合うように身を乗り出させるためだ。
§1043ἀλλʼ οὐ μὰ Δίʼ οὐ Φαίδρας ἐποίουν πόρνας οὐδὲ Σθενεβοίας, §1044οὐδʼ οἶδʼ οὐδεὶς ἥντινʼ ἐρῶσαν πώποτʼ ἐποίησα γυναῖκα.
だが、ゼウスにかけて、私はフェドラやステネボイアのような娼婦は描かなかったし、恋に狂う女を私が一人でも描いたなどということは、誰も知らないはずだ。
§1045μὰ Δίʼ οὐ γὰρ ἐπῆν τῆς Ἀφροδίτης οὐδέν σοι.
(エウリピデス)ゼウスにかけて、お前にはアフロディテ(の愛の情熱)が欠片もなかったからな。
μηδέ γʼ ἐπείη.
(アイスキュロス)そんなものはなくて結構!
§1046ἀλλʼ ἐπί τοι σοὶ καὶ τοῖς σοῖσιν πολλὴ πολλοῦ ʼπικαθῆτο, §1047ὥστε γε καὐτόν σε κατʼ οὖν ἔβαλεν.
だが、お前とお前の連中の上には、アフロディテが重々と居座り、ついにはお前自身をも打ち倒してしまったな。
§1047bνὴ τὸν Δία τοῦτό γέ τοι δή.
(ディオニュソス)ゼウスにかけて、確かにその通りだ。
§1048ἃ γὰρ ἐς τὰς ἀλλοτρίας ἐποίεις, αὐτὸς τούτοισιν ἐπλήγης.
お前が他人の妻たちに対して(劇で)行っていたことを、お前自身が被ったのだ。
§1049καὶ τί βλάπτουσʼ ὦ σχέτλιʼ ἀνδρῶν τὴν πόλιν ἁμαὶ Σθενέβοιαι;
(エウリピデス)おい、非情な男よ、私のステネボイアたちが国家に一体何の害をなしたというのだ?
§1050ὅτι γενναίας καὶ γενναίων ἀνδρῶν ἀλόχους ἀνέπεισας §1051κώνεια πιεῖν αἰσχυνθείσας διὰ τοὺς σοὺς Βελλεροφόντας.
(アイスキュロス)高貴な男たちの高貴な妻たちを唆して、お前のベレロポンたちのせいで恥辱を感じ、ドクニンジンを飲んで(自殺させて)しまったからだ。
§1052πότερον δʼ οὐκ ὄντα λόγον τοῦτον περὶ τῆς Φαίδρας ξυνέθηκα;
(エウリピデス)では、私が創作したフェドラの物語は、事実ではないというのか?
§1053μὰ Δίʼ ἀλλʼ ὄντʼ·
(アイスキュロス)いや、ゼウスにかけて、事実だ。
ἀλλʼ ἀποκρύπτειν χρὴ τὸ πονηρὸν τόν γε ποιητήν, §1054καὶ μὴ παράγειν μηδὲ διδάσκειν.
だが、詩人たる者は悪しきことを隠すべきであり、舞台に出したり教えてはならない。
τοῖς μὲν γὰρ παιδαρίοισιν §1055ἔστι διδάσκαλος ὅστις φράζει, τοῖσιν δʼ ἡβῶσι ποιηταί.
子供たちには説明してくれる教師がいるが、大人の若者たちにとっては詩人が教師なのだ。
§1056πάνυ δὴ δεῖ χρηστὰ λέγειν ἡμᾶς.
ゆえに我々は、この上なく有益なことを語らねばならぬ。
§1056bἢν οὖν σὺ λέγῃς Λυκαβηττοὺς §1057καὶ Παρνασσῶν ἡμῖν μεγέθη, τοῦτʼ ἐστὶ τὸ χρηστὰ διδάσκειν, §1058ὃν χρῆν φράζειν ἀνθρωπείως;
(エウリピデス)では、お前がリカベトス山や、パルナッソス山の巨大さを我々に語ることが、有益な教育だというのか、人間らしく語るべき(詩人)であるのに?
(アイスキュロス)おい、哀れな奴よ、偉大な思想や精神には、それと同等の言葉を生み出すことが必要なのだ。
§1060κἄλλως εἰκὸς τοὺς ἡμιθέους τοῖς ῥήμασι μείζοσι χρῆσθαι·
さらに、半神(英雄)たちがより大きな言葉を使うのは当然の理。
§1061καὶ γὰρ τοῖς ἱματίοις ἡμῶν χρῶνται πολὺ σεμνοτέροισιν.
現に彼らは、我々よりもはるかに荘厳な衣装を着ているのだから。
§1062ἁμοῦ χρηστῶς καταδείξαντος διελυμήνω σύ.
私が立派に示したものを、お前が台無しにしたのだ。
§1062bτί δράσας;
(エウリピデス)何をしてか?
(アイスキュロス)まず第一に、王族たちにボロをまとわせ、人々に哀れに見えるようにしたことだ。
§1064bτοῦτʼ οὖν ἔβλαψά τι δράσας;
(エウリピデス)それを行ったことで、私が何か害を与えたか?
§1065οὔκουν ἐθέλει γε τριηραρχεῖν πλουτῶν οὐδεὶς διὰ ταῦτα, §1066ἀλλὰ ῥακίοις περιειλάμενος κλάει καὶ φησὶ πένεσθαι.
(アイスキュロス)そのせいで、金持ちの誰もが三段櫂船の建造費(重税)を負担したがらなくなり、ボロを身にまとって泣き言を言い、自分は貧しいと主張するのだ。
§1067νὴ τὴν Δήμητρα χιτῶνά γʼ ἔχων οὔλων ἐρίων ὑπένερθεν.
(ディオニュソス)デメテルにかけて、下には極上のウールの下着を着ているくせにな。
§1068κἂν ταῦτα λέγων ἐξαπατήσῃ, παρὰ τοὺς ἰχθῦς ἀνέκυψεν.
そして、そんな嘘をついて騙し通すと、魚売り場のあたりに現れて(ご馳走を買い込むのだ)。
§1069εἶτʼ αὖ λαλιὰν ἐπιτηδεῦσαι καὶ στωμυλίαν ἐδίδαξας,
(アイスキュロス)それからさらにお前は、お喋りを練習することと軽口を叩くことを教えた。
§1070ἣ ʼξεκένωσεν τάς τε παλαίστρας καὶ τὰς πυγὰς ἐνέτριψεν §1071τῶν μειρακίων στωμυλλομένων, καὶ τοὺς Παράλους ἀνέπεισεν §1072ἀνταγορεύειν τοῖς ἄρχουσιν.
そのせいでパライストラ(体育場)は空っぽになり、軽口を叩く若者たちの尻は擦り減り、さらにパラロス号の漕ぎ手たちを唆して、指揮官たちに口答えをさせた。
καίτοι τότε γʼ ἡνίκʼ ἐγὼ ʼζων, §1073οὐκ ἠπίσταντʼ ἀλλʼ ἢ μᾶζαν καλέσαι καὶ
ῥυππαπαῖ
εἰπεῖν.
だが、私が生きていたあの頃には、彼らは大麦のパンを要求することと、『ルッパパイ(そーれ! )』と叫ぶことしか知らなかったのだ。
§1074νὴ τὸν Ἀπόλλω, καὶ προσπαρδεῖν γʼ ἐς τὸ στόμα τῷ θαλάμακι, §1075καὶ μινθῶσαι τὸν ξύσσιτον κἀκβάς τινα λωποδυτῆσαι·
(ディオニュソス)アポロンにかけて、その上、最下層の漕ぎ手の口におならを浴びせ、同僚を糞まみれにし、陸に上がっては誰かの衣服を剥ぎ取ること(泥棒)もな。
§1076νῦν δʼ ἀντιλέγει κοὐκέτʼ ἐλαύνων πλεῖ δευρὶ καὖθις ἐκεῖσε.
だが今や、奴らは口答えをし、漕ぎもせず、あちらこちらへと漂流しているのだ。
§1078ποίων δὲ κακῶν οὐκ αἴτιός ἐστʼ;
(アイスキュロス)彼がいったい、どんな悪事の原因になっていないというのだ?
§1079οὐ προαγωγοὺς κατέδειξʼ οὗτος, §1080καὶ τικτούσας ἐν τοῖς ἱεροῖς, §1081καὶ μιγνυμένας τοῖσιν ἀδελφοῖς, §1082καὶ φασκούσας οὐ ζῆν τὸ ζῆν;
この男は(劇で)やり手婆(売春の仲介人)を描き出し、神殿の中で女に出産をさせ、実の兄弟と交わらせ、さらには『生きることは生きることにあらず』などと主張させたではないか?
§1083κᾆτʼ ἐκ τούτων ἡ πόλις ἡμῶν §1084ὑπογραμματέων ἀνεμεστώθη §1085καὶ βωμολόχων δημοπιθήκων §1086ἐξαπατώντων τὸν δῆμον ἀεί, §1087λαμπάδα δʼ οὐδεὶς οἷός τε φέρειν §1088ὑπʼ ἀγυμνασίας ἔτι νυνί.
その結果、それらによって我々の国家は、下級書記官どもや、大衆を騙す道化や、おべっか使いの猿どもで常に満ち溢れるようになり、今や運動不足のために、誰も松明を運ぶことすらできなくなっている。
§1089μὰ Δίʼ οὐ δῆθʼ, ὥστʼ ἐπαφαυάνθην
(ディオニュソス)ゼウスにかけて、全くその通り!
§1090Παναθηναίοισι γελῶν, ὅτε δὴ
私はパンアテナイア祭のとき、笑い転げて死にそうになった。
というのも、あるのろまな男が、かがみ込み、色白で太った体をし、引き離されて遅れ、必死の形相でもがいていた。
κᾆθʼ οἱ Κεραμῆς
するとケラメイコスの住民たちが(彼の尻を叩き始めたのだ)……