Humanitext Reader

阿里斯托芬 · 蛙 §1027-1093

诗人的教化传统与对欧里庇得斯的斥责

第 13 段,共 18 段 · 希腊语

内容简介

阿伊斯库罗斯指出荷马等传统诗人曾向公民传授武勇,指责欧里庇得斯在剧中描绘不道德的女性和衣衫褴褛的国王,从而败坏了市民的品德和城邦的秩序。

§1027νικᾶν ἀεὶ τοὺς ἀντιπάλους, κοσμήσας ἔργον ἄριστον.
(阿伊斯库罗斯)……总是战胜对手,以此装饰了一部最伟大的杰作。
§1028ἐχάρην γοῦν, †ἡνίκʼ ἤκουσα περὶ Δαρείου τεθνεῶτος,† §1029ὁ χορὸς δʼ εὐθὺς τὼ χεῖρʼ ὡδὶ συγκρούσας εἶπεν ἰαυοῖ.
(迪奥尼索斯)无论如何,我很开怀,†当我听到关于已故的大流士之事时,† 歌队立刻像这样拍着双手大喊:“呀呜哎!
§1030ταῦτα γὰρ ἄνδρας χρὴ ποιητὰς ἀσκεῖν.
” (阿伊斯库罗斯)因为诗人们应当操练这些。
σκέψαι γὰρ ἀπʼ ἀρχῆς §1031ὡς ὠφέλιμοι τῶν ποιητῶν οἱ γενναῖοι γεγένηνται.
且从头想来,那些高贵的诗人曾是多么有益。
§1032Ὀρφεὺς μὲν γὰρ τελετάς θʼ ἡμῖν κατέδειξε φόνων τʼ ἀπέχεσθαι, §1033Μουσαῖος δʼ ἐξακέσεις τε νόσων καὶ χρησμούς, Ἡσίοδος δὲ §1034γῆς ἐργασίας, καρπῶν ὥρας, ἀρότους· ὁ δὲ θεῖος Ὅμηρος
奥菲斯向我们启示了神秘仪式并戒绝杀生,缪塞奥斯则传授了疾病的医治和神托,而赫西俄德耕作土地、作物的时令以及播种;而神圣的荷马,又是凭什么赢得了荣誉和名声呢?
§1035ἀπὸ τοῦ τιμὴν καὶ κλέος ἔσχεν πλὴν τοῦδʼ ὅτι χρήστʼ ἐδίδαξεν, §1036τάξεις ἀρετὰς ὁπλίσεις ἀνδρῶν;
难道不就是因为他教导了有益的事,即排兵布阵、男子的勇武与武装?
§1036bκαὶ μὴν οὐ Παντακλέα γε §1037ἐδίδαξεν ὅμως τὸν σκαιότατον· πρώην γοῦν, ἡνίκʼ ἔπεμπεν, §1038τὸ κράνος πρῶτον περιδησάμενος τὸν λόφον ἤμελλʼ ἐπιδήσειν.
(迪奥尼索斯)然而,他却怎么也没能教会那个最笨拙的潘塔克勒斯;这不,前几天他领队游行时,他先把头盔系在头上,然后才打算把羽饰绑上去。
§1039ἀλλʼ ἄλλους τοι πολλοὺς ἀγαθούς, ὧν ἦν καὶ Λάμαχος ἥρως· §1040ὅθεν ἡμὴ φρὴν ἀπομαξαμένη πολλὰς ἀρετὰς ἐποίησεν, §1041Πατρόκλων, Τεύκρων θυμολεόντων, ἵνʼ ἐπαίροιμʼ ἄνδρα πολίτην §1042ἀντεκτείνειν αὑτὸν τούτοις, ὁπόταν σάλπιγγος ἀκούσῃ.
(阿伊斯库罗斯)但他确实教会了许多其他高尚的人,其中也包括英雄拉马科斯;我的心灵正是师法于此,塑造了许多英勇的事迹,如帕特罗克洛斯和狮心特夫克洛斯,为的是鼓舞公民每当听到号角声,便能挺身而出,与他们并驾齐驱。
§1043ἀλλʼ οὐ μὰ Δίʼ οὐ Φαίδρας ἐποίουν πόρνας οὐδὲ Σθενεβοίας, §1044οὐδʼ οἶδʼ οὐδεὶς ἥντινʼ ἐρῶσαν πώποτʼ ἐποίησα γυναῖκα.
但凭宙斯起誓,我绝不塑造放荡的淮德拉或斯忒涅玻亚,也无人知道我曾塑造过哪怕一个陷入爱河的女人。
§1045μὰ Δίʼ οὐ γὰρ ἐπῆν τῆς Ἀφροδίτης οὐδέν σοι.
(欧里庇得斯)凭宙斯起誓,因为你身上毫无阿佛洛狄忒的影子。
μηδέ γʼ ἐπείη.
(阿伊斯库罗斯)愿永远也别有!
§1046ἀλλʼ ἐπί τοι σοὶ καὶ τοῖς σοῖσιν πολλὴ πολλοῦ ʼπικαθῆτο,
但是,她却沉重地压在你和你那些人身上,以至于把你自己都打倒了。
§1047ὥστε γε καὐτόν σε κατʼ οὖν ἔβαλεν. §1047bνὴ τὸν Δία τοῦτό γέ τοι δή.
(迪奥尼索斯)凭宙斯起誓,确实如此。
§1048ἃ γὰρ ἐς τὰς ἀλλοτρίας ἐποίεις, αὐτὸς τούτοισιν ἐπλήγης.
你对别人的妻子所编造的那些事,你自己也被它们击中了。
§1049καὶ τί βλάπτουσʼ ὦ σχέτλιʼ ἀνδρῶν τὴν πόλιν ἁμαὶ Σθενέβοιαι;
(欧里庇得斯)你这固执的家伙,我的斯忒涅玻亚们到底对城邦造成了什么危害?
§1050ὅτι γενναίας καὶ γενναίων ἀνδρῶν ἀλόχους ἀνέπεισας §1051κώνεια πιεῖν αἰσχυνθείσας διὰ τοὺς σοὺς Βελλεροφόντας.
(阿伊斯库罗斯)因为你唆使那些高贵丈夫的高贵妻子们,因你剧中的贝勒罗丰而感到羞愧,喝下毒参汁自尽。
§1052πότερον δʼ οὐκ ὄντα λόγον τοῦτον περὶ τῆς Φαίδρας ξυνέθηκα;
(欧里庇得斯)难道我关于淮德拉所编造的故事,不是事实吗?
§1053μὰ Δίʼ ἀλλʼ ὄντʼ·
(阿伊斯库罗斯)凭宙斯起誓,它是事实!
ἀλλʼ ἀποκρύπτειν χρὴ τὸ πονηρὸν τόν γε ποιητήν, §1054καὶ μὴ παράγειν μηδὲ διδάσκειν.
但诗人应当隐瞒邪恶,而不该展示它、传授它。
τοῖς μὲν γὰρ παιδαρίοισιν §1055ἔστι διδάσκαλος ὅστις φράζει, τοῖσιν δʼ ἡβῶσι ποιηταί.
因为对幼童而言,有指引他们的教师,而对成年青年而言,则是诗人。
§1056πάνυ δὴ δεῖ χρηστὰ λέγειν ἡμᾶς.
因此我们绝对必须说些有益的事。
§1056bἢν οὖν σὺ λέγῃς Λυκαβηττοὺς §1057καὶ Παρνασσῶν ἡμῖν μεγέθη, τοῦτʼ ἐστὶ τὸ χρηστὰ διδάσκειν,
(欧里庇得斯)那么,如果你去谈论利卡贝托斯山,或者帕尔纳索斯山的伟岸,这就是所谓的传授有益之事吗?
§1058ὃν χρῆν φράζειν ἀνθρωπείως;
明明你应该用人类的语言来表达?
§1058bἀλλʼ ὦ κακόδαιμον ἀνάγκη §1059μεγάλων γνωμῶν καὶ διανοιῶν ἴσα καὶ τὰ ῥήματα τίκτειν.
(阿伊斯库罗斯)哎呀,你这个倒霉蛋,这是必然的:伟大的思想和见解,必须产生同样伟大的言辞。
§1060κἄλλως εἰκὸς τοὺς ἡμιθέους τοῖς ῥήμασι μείζοσι χρῆσθαι· §1061καὶ γὰρ τοῖς ἱματίοις ἡμῶν χρῶνται πολὺ σεμνοτέροισιν.
况且,半神们使用更为宏大的言辞也是理所当然的;因为他们穿的衣服也比我们的要庄严得多。
§1062ἁμοῦ χρηστῶς καταδείξαντος διελυμήνω σύ.
我曾如此高尚地确立的传统,却被你败坏了。
§1062bτί δράσας;
(欧里庇得斯)做了什么?
§1063πρῶτον μὲν τοὺς βασιλεύοντας ῥάκιʼ ἀμπισχών, ἵνʼ ἐλεινοὶ §1064τοῖς ἀνθρώποις φαίνοιντʼ εἶναι.
(阿伊斯库罗斯)首先,你让统治的国王们披上破衣烂衫,好让人们觉得他们可怜。
§1064bτοῦτʼ οὖν ἔβλαψά τι δράσας;
(欧里庇得斯)那这样做我造成了什么危害吗?
§1065οὔκουν ἐθέλει γε τριηραρχεῖν πλουτῶν οὐδεὶς διὰ ταῦτα, §1066ἀλλὰ ῥακίοις περιειλάμενος κλάει καὶ φησὶ πένεσθαι.
(阿伊斯库罗斯)正因如此,没有哪个富人愿意承担建造三段战船的费用了,而是裹在破衣里,哭哭啼啼地声称自己一贫如洗。
§1067νὴ τὴν Δήμητρα χιτῶνά γʼ ἔχων οὔλων ἐρίων ὑπένερθεν.
(迪奥尼索斯)凭德墨忒尔起誓,可他里面明明穿着一件精细纯羊毛的内衣!
§1068κἂν ταῦτα λέγων ἐξαπατήσῃ, παρὰ τοὺς ἰχθῦς ἀνέκυψεν.
如果他能用这番话蒙混过关,他又会钻到鱼市上(买奢侈品)。
§1069εἶτʼ αὖ λαλιὰν ἐπιτηδεῦσαι καὶ στωμυλίαν ἐδίδαξας, §1070ἣ ʼξεκένωσεν τάς τε παλαίστρας καὶ τὰς πυγὰς ἐνέτριψεν §1071τῶν μειρακίων στωμυλλομένων, καὶ τοὺς Παράλους ἀνέπεισεν §1072ἀνταγορεύειν τοῖς ἄρχουσιν.
(阿伊斯库罗斯)接着,你又教导他们练习闲聊和贫嘴,这清空了角力场,也磨平了那些喋喋不休的青年们的屁股,还唆使“帕拉洛斯号”的船员向长官顶嘴。
καίτοι τότε γʼ ἡνίκʼ ἐγὼ ʼζων, §1073οὐκ ἠπίσταντʼ ἀλλʼ ἢ μᾶζαν καλέσαι καὶ ῥυππαπαῖ εἰπεῖν.
然而在我活着的那个时候,他们除了要麦饼和喊“嘿哟哈”之外,什么都不懂。
§1074νὴ τὸν Ἀπόλλω, καὶ προσπαρδεῖν γʼ ἐς τὸ στόμα τῷ θαλάμακι,
(迪奥尼索斯)凭阿波罗起誓,确实如此!
§1075καὶ μινθῶσαι τὸν ξύσσιτον κἀκβάς τινα λωποδυτῆσαι·
而且还朝最底层的桨手的嘴里放屁,把同桌吃饭的伙伴弄得满身是粪,一上岸就去扒光别人的衣服行窃。
§1076νῦν δʼ ἀντιλέγει κοὐκέτʼ ἐλαύνων πλεῖ δευρὶ καὖθις ἐκεῖσε.
但现在他只会顶嘴,不再划桨,而是东飘西荡。
§1078ποίων δὲ κακῶν οὐκ αἴτιός ἐστʼ;
(阿伊斯库罗斯)他又是哪些祸害的非始作俑者呢?
§1079οὐ προαγωγοὺς κατέδειξʼ οὗτος, §1080καὶ τικτούσας ἐν τοῖς ἱεροῖς, §1081καὶ μιγνυμένας τοῖσιν ἀδελφοῖς, §1082καὶ φασκούσας οὐ ζῆν τὸ ζῆν;
难道不是他展示了拉皮条的媒婆,让妇女在神殿里生育,与亲兄弟乱伦,还口口声声说“生并非是生”吗?
§1083κᾆτʼ ἐκ τούτων ἡ πόλις ἡμῶν §1084ὑπογραμματέων ἀνεμεστώθη §1085καὶ βωμολόχων δημοπιθήκων §1086ἐξαπατώντων τὸν δῆμον ἀεί, §1087λαμπάδα δʼ οὐδεὶς οἷός τε φέρειν §1088ὑπʼ ἀγυμνασίας ἔτι νυνί.
于是,因此我们的城邦塞满了下等书记员,还有那些取悦大众的谄媚之猴,他们总是欺骗民众;如今由于疏于锻炼,已经没有谁能拿得动火炬了。
§1089μὰ Δίʼ οὐ δῆθʼ, ὥστʼ ἐπαφαυάνθην
(迪奥尼索斯)凭宙斯起誓,确实如此!
§1090Παναθηναίοισι γελῶν, ὅτε δὴ §1091βραδὺς ἄνθρωπός τις ἔθει κύψας §1092λευκὸς πίων ὑπολειπόμενος §1093καὶ δεινὰ ποιῶν· κᾆθʼ οἱ Κεραμῆς
以至于我在泛雅典娜节上忍不住大笑,简直要笑死过去,那时有一个行动迟缓的家伙,弯着腰跑着,面色苍白,身躯肥胖,落在了后面,狼狈不堪;接着凯拉米克斯的人们……

词汇与语法注释

  1. §1028†ἡνίκʼ ἤκουσα περὶ Δαρείου τεθνεῶτος,† — 原文处的剑号(†)表示文本存在损坏。在阿伊斯库罗斯的悲剧《波斯人》中,大流士在剧首便已去世,是以幽灵身份登场。因此,迪奥尼索斯所说的“听到已故大流士的消息时”在情节上是不合理的。学者们对此有争论:这可能是抄本错误、迪奥尼索斯滑稽的无知,或是对其他剧作的混淆。
  2. §1042ἵνʼ ἐπαίροιμʼ ἄνδρα πολίτην ἀντεκτείνειν αὑτὸν τούτοις — 引导目的从句的连词 ἵνα 之后接了欲求法(ἐπαίροιμι),这是为了呼应主句的过去时态(ἐποίησεν,属于过去副序列)。不定词 ἀντεκτείνειν(去竞争、并驾齐驱)作为 ἐπαίροιμι(鼓舞、促使)的补充不定式,其逻辑主语是宾格的 ἄνδρα πολίτην(公民)。
  3. §1058ὃν χρῆν φράζειν ἀνθρωπείως; — 关系代词 ὅν 的先行词指代前文提到的“诗人”。无人称动词的未完成过去时 χρῆν(等同于 ἐχρῆν)后接不定式 φράζειν,表示一种未实现的义务或本该发生却未发生的事实(“本应该用人类的语言来表达”)。

引用这一段

阿里斯托芬, 蛙 §1027-1093. Humanitext Reader, https://reader.humanitext.ai/zh/text/urn:cts:greekLit:tlg0019.tlg009.humanitext-grc2:1027-1093

请注明译文为AI草稿以及访问日期。

译文、注释与简介为AI生成的草稿,并根据读者反馈持续修订。