§521Λάμπων δʼ ὄμνυσʼ ἔτι καὶ νυνὶ τὸν χῆνʼ, ὅταν ἐξαπατᾷ τι.
ピステタイロス:ランポンはいまだに、何か騙すときにはガチョウにかけて誓っているのだ。
かつては誰もがあなた方を偉大で聖なるものと考えていたのに、今では愚かな奴隷、マナスのように扱っている。
§524ὥσπερ δʼ ἤδη τοὺς μαινομένους §525βάλλουσʼ ὑμᾶς, κἀν τοῖς ἱεροῖς §526πᾶς τις ἐφʼ ὑμῖν ὀρνιθευτὴς §527ἵστησι βρόχους παγίδας ῥάβδους §528ἕρκη νεφέλας δίκτυα πηκτάς·
人々はまるで狂人に対するかのようにあなた方に石を投げ、神殿の中においてすら、あらゆる鳥刺しがあなた方を狙って罠、罠、鳥もち細木、網、袋網、かすみ網、折り畳み網を仕掛けている。
§529εἶτα λαβόντες πωλοῦσʼ ἁθρόους·
そして捕らえたら、山積みにしたまま売り払う。
§530οἱ δʼ ὠνοῦνται βλιμάζοντες·
買い手は(肉付きを確かめるために)お腹を触り回して買い取る。
§531κοὐδʼ οὖν, εἴπερ ταῦτα δοκεῖ δρᾶν, §532ὀπτησάμενοι παρέθενθʼ ὑμᾶς, §533ἀλλʼ ἐπικνῶσιν τυρὸν ἔλαιον §534σίλφιον ὄξος καὶ τρίψαντες §535κατάχυσμʼ ἕτερον γλυκὺ καὶ λιπαρόν, §536κἄπειτα κατεσκέδασαν θερμὸν §537τοῦτο καθʼ ὑμῶν §538αὐτῶν ὥσπερ κενεβρείων.
それどころか、あなた方を料理するとしても、ただ焼いて食卓に出すのではなく、チーズ、油、シルフィオン、酢をすりおろし、さらに別の、甘くて脂っこいソースを混ぜ合わせてすり潰し、そして、熱々のそれをあなた方にぶっかけるのだ、まるで死んだ獣の肉であるかのように。
ὡς ἐδάκρυσά γʼ ἐμῶν §541πατέρων κάκην, οἳ
私の祖先たちの卑怯さに、私は涙を流さずにはいられない。
彼らは先祖代々伝わってきたこれらの栄誉を、私の時代に手放してしまったのだから。
しかし、あなたは神の導きと、ある幸運な巡り合わせによって、私の救い主として来てくれた。
§548ἀλλʼ ὅ τι χρὴ δρᾶν, σὺ δίδασκε παρών·
だが、何をすべきか、ここにいるあなたが教えてくれ。
ὡς ζῆν οὐκ ἄξιον ἡμῖν, §549εἰ μὴ κομιούμεθα παντὶ τρόπῳ τὴν ἡμετέραν βασιλείαν.
我々にとって、あらゆる方法で我々の王権を取り戻さなければ、生きている価値はないのだから。
§550καὶ δὴ τοίνυν πρῶτα διδάσκω μίαν ὀρνίθων πόλιν εἶναι,
ピステタイロス:それではまず、鳥たちの都市はただ一つであるべきだと私は教えよう。
§551κἄπειτα τὸν ἀέρα πάντα κύκλῳ καὶ πᾶν τουτὶ τὸ μεταξὺ §552περιτειχίζειν μεγάλαις πλίνθοις ὀπταῖς ὥσπερ Βαβυλῶνα.
そして、周囲のすべての空気と、その間にあるこの空間すべてを、バビロンのように、大きな焼きレンガで城壁を築き囲むのだ。
§553ὦ Κεβριόνη καὶ Πορφυρίων ὡς σμερδαλέον τὸ πόλισμα.
エウエルピデス:おお、ケブリオネスにポルピュリオンよ、何と恐るべき都市城壁か!
§554κἄπειτʼ ἢν τοῦτʼ ἐπανεστήκῃ, τὴν ἀρχὴν τὸν Δίʼ ἀπαιτεῖν·
ピステタイロス:そして、これが築き上げられたら、ゼウスに王権を返還するよう要求するのだ。
§555κἂν μὲν μὴ φῇ μηδʼ ἐθελήσῃ μηδʼ εὐθὺς γνωσιμαχήσῃ, §556ἱερὸν πόλεμον πρωὐδᾶν αὐτῷ, καὶ τοῖσι θεοῖσιν ἀπειπεῖν §557διὰ τῆς χώρας τῆς ὑμετέρας ἐστυκόσι μὴ διαφοιτᾶν, §558ὥσπερ πρότερον μοιχεύσοντες τὰς Ἀλκμήνας κατέβαινον §559καὶ τὰς Ἀλόπας καὶ τὰς Σεμέλας·
もし彼が拒み、望まず、すぐに降伏をしないなら、彼に対して「聖戦」を布告し、神々に対しては、勃起したままあなた方の領土を通り抜けることを禁じるのだ、かつてアルクメネたち、アロペたち、セメレたちと密通するために降りてきた時のように。
ἤνπερ δʼ ἐπίωσʼ, ἐπιβάλλειν §560σφραγῖδʼ αὐτοῖς ἐπὶ τὴν ψωλήν, ἵνα μὴ βινῶσʼ ἔτʼ ἐκείνας.
もし彼らが侵入してきたら、彼らの性器に封印を施し、二度と彼女たちと交われないようにするのだ。
§561τοῖς δʼ ἀνθρώποις ὄρνιν ἕτερον πέμψαι κήρυκα κελεύω,
さらに、人間たちのもとには、別の鳥を使者として送ることを勧める。
鳥たちが王であるからには、今後は鳥たちに生贄を捧げ、その後で、改めて神々に捧げるようにと。
προσνείμασθαι δὲ πρεπόντως §564τοῖσι θεοῖσιν τῶν ὀρνίθων ὃς ἂν ἁρμόττῃ καθʼ ἕκαστον·
また、神々それぞれにふさわしい、相応の鳥を割り当てるのだ。
§565ἢν Ἀφροδίτῃ θύῃ, πυροὺς ὄρνιθι φαληρίδι θύειν·
もしアプロディテに捧げるなら、オオバンという鳥に小麦を捧げる。
§566ἢν δὲ Ποσειδῶνί τις οἶν θύῃ, νήττῃ πυροὺς καθαγίζειν·
もしポセイドンに羊を捧げるなら、カモに小麦を捧げて清める。
§567ἢν δʼ Ἡρακλέει θύῃ τι, λάρῳ ναστοὺς θύειν μελιτοῦντας·
もしヘラクレスに何かを捧げるなら、カモメに蜂蜜を塗った焼き菓子を捧げる。
§568κἂν Διὶ θύῃ βασιλεῖ κριόν, βασιλεύς ἐστʼ ὀρχίλος ὄρνις, §569ᾧ προτέρῳ δεῖ τοῦ Διὸς αὐτοῦ σέρφον ἐνόρχην σφαγιάζειν.
そして、王たるゼウスに牡羊を捧げるなら、ミソサザイもまた王の鳥であるから、ゼウス自身の前に、まず彼に対して去勢していないブヨを生贄として屠らなければならない。
§570ἥσθην σέρφῳ σφαγιαζομένῳ.
エウエルピデス:去勢していないブヨを生贄にするとは愉快だ!
βροντάτω νῦν ὁ μέγας Ζάν.
さあ、偉大なザンよ、雷を鳴らすがよい。
コロス:しかし、空を飛び、羽を持つ我々を、人間たちがコクマルガラスではなく神々と思ってくれるだろうか?
§572bληρεῖς·
ピステタイロス:馬鹿を言うな。
καὶ νὴ Δίʼ ὅ γʼ Ἑρμῆς §573πέτεται θεὸς ὢν πτέρυγάς τε φορεῖ, κἄλλοι γε θεοὶ πάνυ πολλοί.
ゼウスにかけて、ヘルメスもまた神でありながら空を飛び、羽を身につけている。 他の多くの神々も同様だ。
§574αὐτίκα Νίκη πέτεται πτερύγοιν χρυσαῖν καὶ νὴ Δίʼ Ἔρως γε·
例えば、ニケも黄金の翼で飛び、エロスもそうだ。
§575Ἥρην δέ γʼ Ὅμηρος ἔφασκʼ ἰκέλην εἶναι τρήρωνι πελείῃ.
ホメロスは、ヘラが臆病なハトに似ていると言っていたではないか。
§576ὁ Ζεὺς δʼ ἡμῖν οὐ βροντήσας πέμψει πτερόεντα κεραυνόν;
エウエルピデス:また、ゼウスも我々に向かって、雷を鳴らしながら「翼のある」雷撃を送るのではないか?
§577ἢν δʼ οὖν ὑμᾶς μὲν ὑπʼ ἀγνοίας εἶναι νομίσωσι τὸ μηδέν, §578τούτους δὲ θεοὺς τοὺς ἐν Ὀλύμπῳ τότε χρὴ στρούθων νέφος ἀρθὲν §579καὶ σπερμολόγων ἐκ τῶν ἀγρῶν τὸ σπέρμʼ αὐτῶν ἀνακάψαι·
ピステタイロス:もし彼らが無知ゆえに、あなた方を無とみなし、オリュンポスのあいつらこそが神々だと思うなら、その時はスズメや種拾い鳥の群れを立ち上がらせ、彼らの畑からすべての種を食い尽くさせるのだ。
§580κἄπειτʼ αὐτοῖς ἡ Δημήτηρ πυροὺς πεινῶσι μετρείτω.
そして、飢えた彼らにデメテルが小麦を量って与えてみればよい。
§581οὐκ ἐθελήσει μὰ Δίʼ, ἀλλʼ ὄψει προφάσεις αὐτὴν παρέχουσαν.
エウエルピデス:ゼウスにかけて、彼女はそんなことは望まず、言い訳ばかりするのを見るだろう。
§582οἱ δʼ αὖ κόρακες τῶν ζευγαρίων, οἷσιν τὴν γῆν καταροῦσιν, §583καὶ τῶν προβάτων τοὺς ὀφθαλμοὺς ἐκκοψάντων ἐπὶ πείρᾳ·
ピステタイロス:さらに、大地を耕す牛たちの、そして羊たちの目を、カラスたちに突っつかせて試すのだ。
§584εἶθʼ ὅ γʼ Ἀπόλλων ἰατρός γʼ ὢν ἰάσθω·
それから、医者であるアポロンに治療させればよい。
μισθοφορεῖ δέ.
彼は報酬を受け取っているのだからな。
§585μὴ πρίν γʼ ἂν ἐγὼ τὼ βοιδαρίω τὠμὼ πρώτιστʼ ἀποδῶμαι.
エウエルピデス:私の二頭の可愛い子牛を、何より先に売り払うまでは、そんなことはしないでくれ!