Humanitext Reader

阿里斯托芬 · 鸟 §521-587

空中建城与夺回鸟类王权的计划

第 8 段,共 22 段 · 希腊语

内容简介

皮斯泰泰洛斯叙述了鸟类昔日的高贵地位与如今的悲惨境遇以说服鸟类。他详细制定了一个在空中建立庞大城市、从宙斯手中夺回统治权的计划,并规定了对神明和人类的对策,极大地鼓舞了歌队。

§521Λάμπων δʼ ὄμνυσʼ ἔτι καὶ νυνὶ τὸν χῆνʼ, ὅταν ἐξαπατᾷ τι.
皮斯泰泰洛斯:兰蓬至今还在有什么欺骗行为时指着鹅起誓。
§522οὕτως ὑμᾶς πάντες πρότερον μεγάλους ἁγίους τʼ ἐνόμιζον, §523νῦν δʼ ἀνδράποδʼ ἠλιθίους Μανᾶς· §524ὥσπερ δʼ ἤδη τοὺς μαινομένους §525βάλλουσʼ ὑμᾶς, κἀν τοῖς ἱεροῖς §526πᾶς τις ἐφʼ ὑμῖν ὀρνιθευτὴς §527ἵστησι βρόχους παγίδας ῥάβδους §528ἕρκη νεφέλας δίκτυα πηκτάς· §529εἶτα λαβόντες πωλοῦσʼ ἁθρόους· §530οἱ δʼ ὠνοῦνται βλιμάζοντες· §531κοὐδʼ οὖν, εἴπερ ταῦτα δοκεῖ δρᾶν, §532ὀπτησάμενοι παρέθενθʼ ὑμᾶς, §533ἀλλʼ ἐπικνῶσιν τυρὸν ἔλαιον §534σίλφιον ὄξος καὶ τρίψαντες §535κατάχυσμʼ ἕτερον γλυκὺ καὶ λιπαρόν, §536κἄπειτα κατεσκέδασαν θερμὸν §537τοῦτο καθʼ ὑμῶν §538αὐτῶν ὥσπερ κενεβρείων.
曾经所有人都是这样把你们看作伟大和神圣的,如今却把你们当作愚蠢的奴隶、马纳斯;人们就像对待疯子一样用石头扔你们,甚至在神殿里,每一个捕鸟人也都针对你们设下套子、陷阱、鸟胶细木、网、袋网、薄雾网、折叠网;然后一旦捕获,就把你们堆积起来卖掉;买主们则捏着你们的身体摸来摸去买下;甚至,如果他们决定吃你们,也绝不只是烤好端上桌,而是擦上干酪、油、巨茴香、醋,并且研磨另一种甜美、油腻的调味汁,然后把这热腾腾的汁液浇在你们自己的身上,简直就像对待死兽的肉一样。
§539πολὺ δὴ πολὺ δὴ χαλεπωτάτους λόγους §540ἤνεγκας ἄνθρωφʼ.
歌队:你带给我们的是何等、何等痛苦的言辞,人类啊。
ὡς ἐδάκρυσά γʼ ἐμῶν §541πατέρων κάκην, οἳ §542τάσδε τὰς τιμὰς προγόνων παραδόντων §543ἐπʼ ἐμοῦ κατέλυσαν.
我不得不为我祖先的懦弱而流泪,他们在前人传下这些荣誉之后,却在我的时代里将其废除了。
§544σὺ δέ μοι κατὰ δαίμονα καί τινα συντυχίαν §545ἀγαθὴν ἥκεις ἐμοὶ σωτήρ.
但你,由于某种神意和某种幸存的好运,作为我的救主来到了。
§546ἀναθεὶς γὰρ ἐγώ σοι §547τὰ νεοττία κἀμαυτὸν οἰκήσω.
因为,我将把我的雏鸟们和我自己寄托于你,开始我们的生活。
§548ἀλλʼ ὅ τι χρὴ δρᾶν, σὺ δίδασκε παρών· ὡς ζῆν οὐκ ἄξιον ἡμῖν, §549εἰ μὴ κομιούμεθα παντὶ τρόπῳ τὴν ἡμετέραν βασιλείαν.
可是,我们该做什么,请你亲自教导我们;因为对我们来说,活着不值一文,如果我们不能用尽一切方法夺回我们的王权。
§550καὶ δὴ τοίνυν πρῶτα διδάσκω μίαν ὀρνίθων πόλιν εἶναι, §551κἄπειτα τὸν ἀέρα πάντα κύκλῳ καὶ πᾶν τουτὶ τὸ μεταξὺ §552περιτειχίζειν μεγάλαις πλίνθοις ὀπταῖς ὥσπερ Βαβυλῶνα.
皮斯泰泰洛斯:那么,首先我教导你们,应当有一个统一的鸟类城市,然后在周围的全部空气,以及这其间的一切空间,像巴比伦那样,用巨大的烧砖筑起高墙围起来。
§553ὦ Κεβριόνη καὶ Πορφυρίων ὡς σμερδαλέον τὸ πόλισμα.
埃乌埃尔皮德斯:噢,凯布里奥内斯和波尔皮里翁,多么可怕的城堡墙壁啊!
§554κἄπειτʼ ἢν τοῦτʼ ἐπανεστήκῃ, τὴν ἀρχὴν τὸν Δίʼ ἀπαιτεῖν· §555κἂν μὲν μὴ φῇ μηδʼ ἐθελήσῃ μηδʼ εὐθὺς γνωσιμαχήσῃ, §556ἱερὸν πόλεμον πρωὐδᾶν αὐτῷ, καὶ τοῖσι θεοῖσιν ἀπειπεῖν §557διὰ τῆς χώρας τῆς ὑμετέρας ἐστυκόσι μὴ διαφοιτᾶν, §558ὥσπερ πρότερον μοιχεύσοντες τὰς Ἀλκμήνας κατέβαινον §559καὶ τὰς Ἀλόπας καὶ τὰς Σεμέλας· ἤνπερ δʼ ἐπίωσʼ, ἐπιβάλλειν §560σφραγῖδʼ αὐτοῖς ἐπὶ τὴν ψωλήν, ἵνα μὴ βινῶσʼ ἔτʼ ἐκείνας.
皮斯泰泰洛斯:然后,如果这已经建起,就向宙斯讨回统治权;如果他不答应,也不情愿,并且不立即承认错误,就向他宣告神圣战争,并禁止神明们带着勃起的器官穿过你们的领地,就像他们以前为了勾引阿尔克墨涅们、阿洛佩们和塞墨勒们而下凡那样;如果他们敢来,就在他们的阳具上盖上印章,让他们不能再和那些女人交媾。
§561τοῖς δʼ ἀνθρώποις ὄρνιν ἕτερον πέμψαι κήρυκα κελεύω, §562ὡς ὀρνίθων βασιλευόντων θύειν ὄρνισι τὸ λοιπόν, §563κἄπειτα θεοῖς ὕστερον αὖθις· προσνείμασθαι δὲ πρεπόντως §564τοῖσι θεοῖσιν τῶν ὀρνίθων ὃς ἂν ἁρμόττῃ καθʼ ἕκαστον· §565ἢν Ἀφροδίτῃ θύῃ, πυροὺς ὄρνιθι φαληρίδι θύειν· §566ἢν δὲ Ποσειδῶνί τις οἶν θύῃ, νήττῃ πυροὺς καθαγίζειν· §567ἢν δʼ Ἡρακλέει θύῃ τι, λάρῳ ναστοὺς θύειν μελιτοῦντας· §568κἂν Διὶ θύῃ βασιλεῖ κριόν, βασιλεύς ἐστʼ ὀρχίλος ὄρνις, §569ᾧ προτέρῳ δεῖ τοῦ Διὸς αὐτοῦ σέρφον ἐνόρχην σφαγιάζειν.
我还命令你们向人类派遣另一只鸟作为使者,宣告说,由于鸟类现在是国王,以后必须先向鸟类献祭,然后再向神明献祭;并且要适当地把每种适合的鸟分配给相应的神明:如果有人向阿芙罗狄忒献祭,就要向骨顶鸡献祭小麦;如果有人向波塞冬献祭绵羊,就要向鸭子奉献小麦;如果有人向赫拉克勒斯献祭,就要向鸥奉献涂了蜂蜜的甜饼;如果向国王宙斯献祭牡羊,鹪鹩也是国王之鸟,在向宙斯本人献祭之前,必须先向鹪鹩宰杀一只未阉割的蚋。
§570ἥσθην σέρφῳ σφαγιαζομένῳ.
埃乌埃尔皮德斯:未阉割的蚋被宰杀作为祭品,太妙了!
βροντάτω νῦν ὁ μέγας Ζάν.
让伟大的赞打雷吧!
§571καὶ πῶς ἡμᾶς νομιοῦσι θεοὺς ἄνθρωποι κοὐχὶ κολοιούς,
歌队:但是,人类怎么会把我们当作神,而不是把我们当成寒鸦呢?
§572οἳ πετόμεσθα πτέρυγάς τʼ ἔχομεν;
我们可是会飞、长着翅膀的啊?
§572bληρεῖς·
皮斯泰泰洛斯:胡说八道!
καὶ νὴ Δίʼ ὅ γʼ Ἑρμῆς §573πέτεται θεὸς ὢν πτέρυγάς τε φορεῖ, κἄλλοι γε θεοὶ πάνυ πολλοί.
凭着宙斯起誓,赫墨斯虽然是神,也飞翔并长着翅膀,还有其他非常多的神也一样。
§574αὐτίκα Νίκη πέτεται πτερύγοιν χρυσαῖν καὶ νὴ Δίʼ Ἔρως γε· §575Ἥρην δέ γʼ Ὅμηρος ἔφασκʼ ἰκέλην εἶναι τρήρωνι πελείῃ.
例如,尼刻长着金色的双翼飞翔,凭着宙斯起誓,厄洛斯也是;荷马还说过,赫拉像一只胆小的鸽子。
§576ὁ Ζεὺς δʼ ἡμῖν οὐ βροντήσας πέμψει πτερόεντα κεραυνόν;
埃乌埃尔皮德斯:那么宙斯打雷时,难道不会向我们发射带羽翼的雷电吗?
§577ἢν δʼ οὖν ὑμᾶς μὲν ὑπʼ ἀγνοίας εἶναι νομίσωσι τὸ μηδέν, §578τούτους δὲ θεοὺς τοὺς ἐν Ὀλύμπῳ τότε χρὴ στρούθων νέφος ἀρθὲν §579καὶ σπερμολόγων ἐκ τῶν ἀγρῶν τὸ σπέρμʼ αὐτῶν ἀνακάψαι· §580κἄπειτʼ αὐτοῖς ἡ Δημήτηρ πυροὺς πεινῶσι μετρείτω.
皮斯泰泰洛斯:但是,如果他们因为无知,把你们当作虚无,而把奥林匹斯的那些当成神,那么那时就必须让麻雀和啄食种子的鸟群飞起,把他们田里的种子全部啄光;然后让德米特尔去给挨饿的他们分发麦子吧。
§581οὐκ ἐθελήσει μὰ Δίʼ, ἀλλʼ ὄψει προφάσεις αὐτὴν παρέχουσαν.
埃乌埃尔皮德斯:凭着宙斯起誓,她绝不会愿意,你只会看到她找各种借口。
§582οἱ δʼ αὖ κόρακες τῶν ζευγαρίων, οἷσιν τὴν γῆν καταροῦσιν, §583καὶ τῶν προβάτων τοὺς ὀφθαλμοὺς ἐκκοψάντων ἐπὶ πείρᾳ· §584εἶθʼ ὅ γʼ Ἀπόλλων ἰατρός γʼ ὢν ἰάσθω· μισθοφορεῖ δέ.
皮斯泰泰洛斯:此外,还要让乌鸦把他们耕地的牲口、以及羊的眼睛都啄出来,给他们个教训;然后让身为医生的阿波罗来医治吧;反正他是收诊费的。
§585μὴ πρίν γʼ ἂν ἐγὼ τὼ βοιδαρίω τὠμὼ πρώτιστʼ ἀποδῶμαι.
埃乌埃尔皮德斯:无论如何,等我先把我的两头小牛卖掉再说!
§586ἢν δʼ ἡγῶνται σὲ θεὸν σὲ βίον σὲ δὲ γῆν σὲ Κρόνον σὲ Ποσειδῶ, §587ἀγάθʼ αὐτοῖσιν πάντα παρέσται.
皮斯泰泰洛斯:但如果他们认为你是神、你是生命、你是大地、你是克罗诺斯、你是波塞冬,一切美好之物都将属于他们。

词汇与语法注释

  1. §531δοκεῖ δρᾶν — 在短语 εἴπερ ταῦτα δοκεῖ δρᾶν(如果他们决定做这些事)中,动词 δοκεῖ 作无人称动词使用,意为“决定”而非“似乎”。分词 ὀπτησάμενοι(烤)与主动词 παρέθενθʼ 构成让步或修饰关系,配合否定词 κοὐδʼ οὖν 表示他们并不满足于仅仅将鸟烤熟端上桌,而是要进行更复杂的调味。
  2. §542προγόνων παραδόντων — 属格独立结构(absolute genitive)。在此处起让步或背景说明作用:“尽管祖先们传下了这些荣誉,他们却废除了它们”,其逻辑主语与主句的主语不同。
  3. §558μοιχεύσοντες τὰς Ἀλκμήνας — 将来时分词 μοιχεύσοντες 表示目的(“为了通奸”)。复数化的专有名词 τὰς Ἀλκμήνας 和 τὰς Σεμέλας 并非单指个人,而是指代“像阿尔克墨涅/塞墨勒那样的女人”或“阿尔克墨涅之流”的一类神话女性。
  4. §569ᾧ προτέρῳ δεῖ τοῦ Διὸς αὐτοῦ — 比较级形容词 προτέρῳ 在此作副词性使用,并支配比较属格 τοῦ Διὸς αὐτοῦ,意为“在宙斯本人之前(优先于他)”。关系代词与格 ᾧ 指代鹪鹩,与 δεῖ 连用指定行为的对象。
  5. §577ἢν δʼ οὖν ὑμᾶς μὲν ὑπʼ ἀγνοίας εἶναι νομίσωσι τὸ μηδέν — 对格不定式结构。代词 ὑμᾶς 是不定式 εἶναι 的逻辑主语,而 τὸ μηδέν(无、不存在)充当不定式的补足语。全句意为“如果他们因为无知而认为你们是无(不存在的)”。

引用这一段

阿里斯托芬, 鸟 §521-587. Humanitext Reader, https://reader.humanitext.ai/zh/text/urn:cts:greekLit:tlg0019.tlg006.humanitext-grc2:521-587

请注明译文为AI草稿以及访问日期。

译文、注释与简介为AI生成的草稿,并根据读者反馈持续修订。