§468πάντων ὁπόσʼ ἔστιν, ἐμοῦ πρῶτον, τουδί, καὶ τοῦ Διὸς αὐτοῦ, §469ἀρχαιότεροι πρότεροί τε Κρόνου καὶ Τιτάνων ἐγένεσθε,
ピステタイロス:存在するすべてのものよりも、私よりもまず、この男よりも、そしてゼウス自身よりも前に、あなた方はクロノスやチタン神族よりも、そして大地よりも古くから存在していた(先に生まれた)のだ。
§470cνὴ τὸν Ἀπόλλω.
ピステタイロス:アポロンにかけて、その通りだ。
§470dτουτὶ μὰ Δίʼ οὐκ ἐπεπύσμην.
エウエルピデス:ゼウスにかけて、それは知らなかった。
§471ἀμαθὴς γὰρ ἔφυς κοὐ πολυπράγμων, οὐδʼ Αἴσωπον πεπάτηκας,
ピステタイロス:お前は無知で、探究心もなく、イソップを読んだ(踏み歩いた)こともないからだ。
§472ὃς ἔφασκε λέγων κορυδὸν πάντων πρώτην ὄρνιθα γενέσθαι,
イソップは、ヒバリがすべてのうちで最初の鳥として生まれたと語っていた、大地よりも前に。
§473προτέραν τῆς γῆς, κἄπειτα νόσῳ τὸν πατέρʼ αὐτῆς ἀποθνῄσκειν·
そしてその後、父親が病気で死んだ。
§474γῆν δʼ οὐκ εἶναι, τὸν δὲ προκεῖσθαι πεμπταῖον·
大地は存在せず、父親の遺体は五日間放置されていた。
τὴν δʼ ἀποροῦσαν §475ὑπʼ ἀμηχανίας τὸν πατέρʼ αὑτῆς ἐν τῇ κεφαλῇ κατορύξαι.
どうしてよいか分からず、途方に暮れた彼女は、父親を自分の頭の中に埋葬したのだ。
§476ὁ πατὴρ ἄρα τῆς κορυδοῦ νυνὶ κεῖται τεθνεὼς Κεφαλῆσιν.
エウエルピデス:なるほど、だからヒバリの父親は今、ケパラ(頭/ケパライ区)に死んで横たわっているのだな。
§477οὔκουν δῆτʼ εἰ πρότεροι μὲν γῆς πρότεροι δὲ θεῶν ἐγένοντο, §478ὡς πρεσβυτάτων αὐτῶν ὄντῶν ὀρθῶς ἐσθʼ ἡ βασιλεία;
ピステタイロス:それなら、彼らが大地よりも、また神々よりも前に生まれたのだから、彼らこそが最も古い存在であり、王権を持つのが当然ではないか?
§479νὴ τὸν Ἀπόλλω·
エウエルピデス:アポロンにかけてその通りだ。
πάνυ τοίνυν χρὴ ῥύγχος βόσκειν σε τὸ λοιπόν·
それなら今後は嘴をたっぷり肥やしておかねばな。
§480οὐκ ἀποδώσει ταχέως ὁ Ζεὺς τὸ σκῆπτρον τῷ δρυκολάπτῃ.
セウスもキツツキにすぐには笏を渡さないだろうから。
§481ὡς δʼ οὐχὶ θεοὶ τοίνυν ἦρχον τῶν ἀνθρώπων τὸ παλαιόν, §482ἀλλʼ ὄρνιθες, κἀβασίλευον, πόλλʼ ἐστὶ τεκμήρια τούτων.
ピステタイロス:昔は神々ではなく、鳥たちが人間を支配し、王であったということには、多くの証拠がある。
§483αὐτίκα δʼ ὑμῖν πρῶτʼ ἐπιδείξω τὸν ἀλεκτρυόνʼ, ὡς ἐτυράννει §484ἦρχέ τε Περσῶν πρῶτον πάντων Δαρείου καὶ Μεγαβάζου,
まず第一に、雄鶏がどのように君臨し、ダレイオスやメガバゾスよりも前に、あらゆるペルシア人を支配していたかを示そう。
§485ὥστε καλεῖται Περσικὸς ὄρνις ἀπὸ τῆς ἀρχῆς ἔτʼ ἐκείνης.
そのため、今でもあの頃の支配にちなんで「ペルシアの鳥」と呼ばれているのだ。
§486διὰ ταῦτʼ ἄρʼ ἔχων καὶ νῦν ὥσπερ βασιλεὺς ὁ μέγας διαβάσκει §487ἐπὶ τῆς κεφαλῆς τὴν κυρβασίαν τῶν ὀρνίθων μόνος ὀρθήν.
このために、彼だけが今でも大王のように、鳥たちの中で唯一、頭の上に直立した冠を載せているのだ。
§488οὕτω δʼ ἴσχυσέ τε καὶ μέγας ἦν τότε καὶ πολύς, ὥστʼ ἔτι καὶ νῦν §489ὑπὸ τῆς ῥώμης τῆς τότʼ ἐκείνης, ὁπόταν μόνον ὄρθριον ᾄσῃ,
当時、彼は非常に強力で、偉大で、恐るべき存在であったため、今でもその当時の力のせいで、彼が明け方にただ一度鳴くだけで、全員が仕事へと飛び起きる。
§490ἀναπηδῶσιν πάντες ἐπʼ ἔργον χαλκῆς κεραμῆς σκυλοδέψαι §491σκυτῆς βαλανῆς ἀλφιταμοιβοὶ τορνευτολυρασπιδοπηγοί·
鍛冶屋、陶器職人、皮なめし職人、靴仕立て屋、風呂屋、粉屋、旋盤工、竪琴職人、盾作り職人たちまでもが。
§492οἱ δὲ βαδίζουσʼ ὑποδησάμενοι νύκτωρ.
そして夜のうちから靴を履いて出かけていくのだ。
§492bἐμὲ τοῦτό γʼ ἐρώτα.
エウエルピデス:そのことなら俺に聞いてくれ!
§493χλαῖναν γὰρ ἀπώλεσʼ ὁ μοχθηρὸς Φρυγίων ἐρίων διὰ τοῦτον.
この野郎のせいで、俺はフリュギア羊毛の上等なマントを失ったのだから。
§494ἐς δεκάτην γάρ ποτε παιδαρίου κληθεὶς ὑπέπινον ἐν ἄστει, §495κἄρτι καθηῦδον, καὶ πρὶν δειπνεῖν τοὺς ἄλλους οὗτος ἄρʼ ᾖσεν·
あるとき、赤ん坊の誕生十日目の祝いに都に招かれて酒を飲み、ちょうど眠りについたところ、他の連中が食事を始める前に、この野郎が鳴きやがった。
§496κἀγὼ νομίσας ὄρθρον ἐχώρουν Ἀλιμουντάδε, κἄρτι προκύπτω
俺は夜明けだと思い込んで、ハリムス区へと出かけた。
§497ἔξω τείχους καὶ λωποδύτης παίει ῥοπάλῳ με τὸ νῶτον·
そして城壁の外へ頭を出した途端、追剥ぎがこん棒で俺の背中をぶっ叩いたのだ。
§498κἀγὼ πίπτω μέλλω τε βοᾶν, ὁ δʼ ἀπέβλισε θοἰμάτιόν μου.
俺が倒れて大声を上げようとすると、そいつはマントを奪い去っていった。
§499ἰκτῖνος δʼ οὖν τῶν Ἑλλήνων ἦρχεν τότε κἀβασίλευεν.
ピステタイロス:とにかく、当時はトビがギリシア人を支配し、王であったのだ。
§500τῶν Ἑλλήνων;
コロス:ギリシア人を?
ピステタイロス:そして、彼が王として君臨した時、トビの前で平伏することを最初に教えたのだ。
§501bνὴ τὸν Διόνυσον, ἐγὼ γοῦν
エウエルピデス:ディオニュソスにかけてその通りだ。
§502ἐκυλινδούμην ἰκτῖνον ἰδών·
実際、俺もトビを見て平伏したことがある。
κᾆθʼ ὕπτιος ὢν ἀναχάσκων §503ὀβολὸν κατεβρόχθισα· κᾆτα κενὸν τὸν θύλακον οἴκαδʼ ἀφεῖλκον.
それで仰向けになって口を開けているうちに、1オボロス貨を飲み込んでしまい、空っぽの財布を引きずって家に帰る羽目になった。
§504Αἰγύπτου δʼ αὖ καὶ Φοινίκης πάσης κόκκυξ βασιλεὺς ἦν·
ピステタイロス:さらにまた、エジプトとフェニキア全土の王はカッコウであった。
§505χὠπόθʼ ὁ κόκκυξ εἴποι
κόκκυ,
τότʼ ἂν οἱ Φοίνικες ἅπαντες
カッコウが「カッコウ!
§506τοὺς πυροὺς ἂν καὶ τὰς κριθὰς ἐν τοῖς πεδίοις ἐθέριζον.
」と鳴くと、フェニキア人たちは一斉に、平野で小麦や大麦を刈り取ったものだ。
§507τοῦτʼ ἄρʼ ἐκεῖνʼ ἦν τοὔπος ἀληθῶς· κόκκυψωλοὶ πεδίονδε.
エウエルピデス:まさにあの諺「割礼のカッコウども、平野へ急げ」は、そこから来ていたのだな。
§508ἦρχον δʼ οὕτω σφόδρα τὴν ἀρχήν, ὥστʼ εἴ τις καὶ βασιλεύοι §509ἐν ταῖς πόλεσιν τῶν Ἑλλήνων Ἀγαμέμνων ἢ Μενέλαος, §510ἐπὶ τῶν σκήπτρων ἐκάθητʼ ὄρνις μετέχων ὅ τι δωροδοκοίη.
ピステタイロス:彼らの支配力は非常に強大であったため、ギリシアの都市でアガメムノンやメネラオスのような者が王であっても、彼らの笏の上には鳥がとまっており、王が受け取る賄賂の分け前にあずかっていたのだ。
§511τουτὶ τοίνυν οὐκ ᾔδη ʼγώ·
エウエルピデス:それは俺も知らなかった。
καὶ δῆτά μʼ ἐλάμβανε θαῦμα, §512ὁπότʼ ἐξέλθοι Πρίαμός τις ἔχων ὄρνιν ἐν τοῖσι τραγῳδοῖς,
悲劇の中でプリアモスのような王が鳥を連れて登場するたびに、実に不思議に思っていたのだ。
§513ὁ δʼ ἄρʼ εἱστήκει τὸν Λυσικράτη τηρῶν ὅ τι δωροδοκοίη.
その鳥は、あのリュシクラテスが何か賄賂を受け取らないかと見張って立っていたのだな。
§514ὃ δὲ δεινότατόν γʼ ἐστὶν ἁπάντων, ὁ Ζεὺς γὰρ ὁ νῦν βασιλεύων §515αἰετὸν ὄρνιν ἕστηκεν ἔχων ἐπὶ τῆς κεφαλῆς βασιλεὺς ὤν,
ピステタイロス:そして、何よりも驚くべきことは、現在王として支配しているゼウスが、王でありながら頭の上にワシという鳥を載せて立っていることだ。
§516ἡ δʼ αὖ θυγάτηρ γλαῦχʼ, ὁ δʼ Ἀπόλλων ὥσπερ θεράπων ἱέρακα.
その娘はフクロウを、アポロンは召使いのようにハヤブサを載せている。
§517νὴ τὴν Δήμητρʼ εὖ ταῦτα λέγεις.
エウエルピデス:デメテルにかけて、お前の言う通りだ。
τίνος οὕνεκα ταῦτʼ ἄρʼ ἔχουσιν;
だが、なぜ彼らはそうした鳥を持っているのだ?
§518ἵνʼ ὅταν θύων τις ἔπειτʼ αὐτοῖς ἐς τὴν χεῖρʼ, ὡς νόμος ἐστίν, §519τὰ σπλάγχνα διδῷ, τοῦ Διὸς αὐτοὶ πρότεροι τὰ σπλάγχνα λάβωσιν.
ピステタイロス:生贄を捧げる者が、慣習に従って彼らの手の内へ内臓を与えるとき、ゼウス自身よりも前に彼らが内臓を受け取るためだ。
§520ὤμνυ τʼ οὐδεὶς τότʼ ἂν ἀνθρώπων θεόν, ἀλλʼ ὄρνιθας ἅπαντες·
また当時、人間は誰も神にかけて誓わず、すべての者が鳥にかけて誓っていたのだ。