Humanitext Reader

阿里斯托芬 · 鸟 §468-520

论证鸟类曾为世界真正统治者的依据

第 7 段,共 22 段 · 希腊语

内容简介

皮斯泰泰洛斯以伊索寓言、各种鸟类的象征性特权以及奥林波斯众神的持物为依据,论证鸟类比众神和大地更为古老,且曾是世界的真正统治者。

§468πάντων ὁπόσʼ ἔστιν, ἐμοῦ πρῶτον, τουδί, καὶ τοῦ Διὸς αὐτοῦ, §469ἀρχαιότεροι πρότεροί τε Κρόνου καὶ Τιτάνων ἐγένεσθε,
皮斯泰泰洛斯:在一切存在的事物之前,首先在我之前,在这个人之前,在宙斯自己之前,你们就在克罗诺斯和提坦神族之前,以及在大地之前诞生了。
§470καὶ γῆς. §470bκαὶ γῆς;
歌队:在大地之前?
§470cνὴ τὸν Ἀπόλλω.
皮斯泰泰洛斯:凭着阿波罗起誓,正是如此。
§470dτουτὶ μὰ Δίʼ οὐκ ἐπεπύσμην.
外乌埃尔皮德斯:凭着宙斯起誓,我以前真没听说过。
§471ἀμαθὴς γὰρ ἔφυς κοὐ πολυπράγμων, οὐδʼ Αἴσωπον πεπάτηκας, §472ὃς ἔφασκε λέγων κορυδὸν πάντων πρώτην ὄρνιθα γενέσθαι, §473προτέραν τῆς γῆς, κἄπειτα νόσῳ τὸν πατέρʼ αὐτῆς ἀποθνῄσκειν· §474γῆν δʼ οὐκ εἶναι, τὸν δὲ προκεῖσθαι πεμπταῖον· τὴν δʼ ἀποροῦσαν §475ὑπʼ ἀμηχανίας τὸν πατέρʼ αὑτῆς ἐν τῇ κεφαλῇ κατορύξαι.
皮斯泰泰洛斯:因为你孤陋寡闻,不求甚解,甚至没有读过伊索,他曾说百灵鸟是所有鸟中第一个诞生的,在大地之前,后来她的父亲因病去世;但当时还没有大地,父亲的遗体停放了五天;她束手无策,出于无奈,便把父亲葬在了自己的头里。
§476ὁ πατὴρ ἄρα τῆς κορυδοῦ νυνὶ κεῖται τεθνεὼς Κεφαλῆσιν.
外乌埃尔皮德斯:原来如此,所以百灵鸟的父亲现在死后就躺在“头部”(凯法莱区)啊!
§477οὔκουν δῆτʼ εἰ πρότεροι μὲν γῆς πρότεροι δὲ θεῶν ἐγένοντο, §478ὡς πρεσβυτάτων αὐτῶν ὄντῶν ὀρθῶς ἐσθʼ ἡ βασιλεία;
皮斯泰泰洛斯:既然他们在大地之前,也在众神之前诞生,作为最古老的存在,王权理所当然属于他们,不是吗?
§479νὴ τὸν Ἀπόλλω·
外乌埃尔皮德斯:凭着阿波罗起誓,一点没错!
πάνυ τοίνυν χρὴ ῥύγχος βόσκειν σε τὸ λοιπόν· §480οὐκ ἀποδώσει ταχέως ὁ Ζεὺς τὸ σκῆπτρον τῷ δρυκολάπτῃ.
所以从今以后,你可得好好喂养你的嘴巴了;宙斯绝不会轻易把权杖让给啄木鸟。
§481ὡς δʼ οὐχὶ θεοὶ τοίνυν ἦρχον τῶν ἀνθρώπων τὸ παλαιόν, §482ἀλλʼ ὄρνιθες, κἀβασίλευον, πόλλʼ ἐστὶ τεκμήρια τούτων.
皮斯泰泰洛斯:而且,古时候统治人类的不是众神而是鸟类,并且是由它们当国王,关于这一点有很多证据。
§483αὐτίκα δʼ ὑμῖν πρῶτʼ ἐπιδείξω τὸν ἀλεκτρυόνʼ, ὡς ἐτυράννει §484ἦρχέ τε Περσῶν πρῶτον πάντων Δαρείου καὶ Μεγαβάζου, §485ὥστε καλεῖται Περσικὸς ὄρνις ἀπὸ τῆς ἀρχῆς ἔτʼ ἐκείνης.
首先,我会向你们指出公鸡,他是如何实行独裁,并在达雷奥斯和梅加巴佐斯之前,首先统治了所有的波斯人,因此直到现在,他仍因那古老的统治而被称作“波斯之鸟”。
§486διὰ ταῦτʼ ἄρʼ ἔχων καὶ νῦν ὥσπερ βασιλεὺς ὁ μέγας διαβάσκει §487ἐπὶ τῆς κεφαλῆς τὴν κυρβασίαν τῶν ὀρνίθων μόνος ὀρθήν.
正因如此,即使在今天,他也像波斯大王一样,独占鳌头地在头上戴着唯一挺立的鸟类冠冕。
§488οὕτω δʼ ἴσχυσέ τε καὶ μέγας ἦν τότε καὶ πολύς, ὥστʼ ἔτι καὶ νῦν §489ὑπὸ τῆς ῥώμης τῆς τότʼ ἐκείνης, ὁπόταν μόνον ὄρθριον ᾄσῃ, §490ἀναπηδῶσιν πάντες ἐπʼ ἔργον χαλκῆς κεραμῆς σκυλοδέψαι §491σκυτῆς βαλανῆς ἀλφιταμοιβοὶ τορνευτολυρασπιδοπηγοί· §492οἱ δὲ βαδίζουσʼ ὑποδησάμενοι νύκτωρ.
那时他是如此强大、伟大和威风,以至于直到今天,由于那古老的力量,每当他清晨鸣叫一声,所有人都会跃起去工作:铜匠、陶匠、皮革工、鞋匠、浴室老板、面粉商、车床工、竖琴制造工和盾牌制造工;有些人甚至在黑夜里穿上鞋就出发了。
§492bἐμὲ τοῦτό γʼ ἐρώτα.
外乌埃尔皮德斯:这事你倒可以问问我!
§493χλαῖναν γὰρ ἀπώλεσʼ ὁ μοχθηρὸς Φρυγίων ἐρίων διὰ τοῦτον.
因为多亏了这个坏家伙,我丢了一件弗里吉亚羊毛做的大衣。
§494ἐς δεκάτην γάρ ποτε παιδαρίου κληθεὶς ὑπέπινον ἐν ἄστει, §495κἄρτι καθηῦδον, καὶ πρὶν δειπνεῖν τοὺς ἄλλους οὗτος ἄρʼ ᾖσεν· §496κἀγὼ νομίσας ὄρθρον ἐχώρουν Ἀλιμουντάδε, κἄρτι προκύπτω §497ἔξω τείχους καὶ λωποδύτης παίει ῥοπάλῳ με τὸ νῶτον· §498κἀγὼ πίπτω μέλλω τε βοᾶν, ὁ δʼ ἀπέβλισε θοἰμάτιόν μου.
有一次,我受邀参加一个孩子的出生第十天命名礼,在城里喝酒,刚入睡,在其他人还没吃晚饭之前,这家伙就叫了起来;我以为天亮了,便朝哈利穆斯走去,可我刚探头出了城墙,一个剪径的强盗就用大棒狠狠地砸了我的背;我倒了下去,正想大喊,他却已经抢走了我的大衣。
§499ἰκτῖνος δʼ οὖν τῶν Ἑλλήνων ἦρχεν τότε κἀβασίλευεν.
皮斯泰泰洛斯:总之,那时是鸢统治着希腊人并当国王。
§500τῶν Ἑλλήνων;
歌队:统治希腊人?
§500bκαὶ κατέδειξέν γʼ οὗτος πρῶτος βασιλεύων §501προκυλινδεῖσθαι τοῖς ἰκτίνοις.
皮斯泰泰洛斯:而且他当国王时,第一个规定人们要在鸢面前倒地膜拜。
§501bνὴ τὸν Διόνυσον, ἐγὼ γοῦν
外乌埃尔皮德斯:凭着狄奥尼索斯起誓,一点没错!
§502ἐκυλινδούμην ἰκτῖνον ἰδών· κᾆθʼ ὕπτιος ὢν ἀναχάσκων §503ὀβολὸν κατεβρόχθισα· κᾆτα κενὸν τὸν θύλακον οἴκαδʼ ἀφεῖλκον.
我一看到鸢就倒地膜拜;结果,当我仰面朝天、张大嘴巴时,我吞下了一枚奥博尔硬币;最后只好拖着空钱包回家。
§504Αἰγύπτου δʼ αὖ καὶ Φοινίκης πάσης κόκκυξ βασιλεὺς ἦν· §505χὠπόθʼ ὁ κόκκυξ εἴποι κόκκυ, τότʼ ἂν οἱ Φοίνικες ἅπαντες §506τοὺς πυροὺς ἂν καὶ τὰς κριθὰς ἐν τοῖς πεδίοις ἐθέριζον.
皮斯泰泰洛斯:此外,杜鹃曾是埃及和整个腓尼基的国王;每当杜鹃啼鸣“布谷”时,所有的腓尼基人就会在田野里收割小麦和大麦。
§507τοῦτʼ ἄρʼ ἐκεῖνʼ ἦν τοὔπος ἀληθῶς· κόκκυψωλοὶ πεδίονδε.
外乌埃尔皮德斯:原来那句俗语说得真没错:“受过割礼的杜鹃们,下田去吧!
§508ἦρχον δʼ οὕτω σφόδρα τὴν ἀρχήν, ὥστʼ εἴ τις καὶ βασιλεύοι §509ἐν ταῖς πόλεσιν τῶν Ἑλλήνων Ἀγαμέμνων ἢ Μενέλαος, §510ἐπὶ τῶν σκήπτρων ἐκάθητʼ ὄρνις μετέχων ὅ τι δωροδοκοίη.
” 皮斯泰泰洛斯:他们的统治力如此强大,以至于如果有人在希腊城邦里当国王,比如阿伽门农或梅内拉奥斯,他们的权杖上都会停着一只鸟,分享国王所收受的贿赂。
§511τουτὶ τοίνυν οὐκ ᾔδη ʼγώ· καὶ δῆτά μʼ ἐλάμβανε θαῦμα, §512ὁπότʼ ἐξέλθοι Πρίαμός τις ἔχων ὄρνιν ἐν τοῖσι τραγῳδοῖς, §513ὁ δʼ ἄρʼ εἱστήκει τὸν Λυσικράτη τηρῶν ὅ τι δωροδοκοίη.
外乌埃尔皮德斯:这事我以前可不知道;以前在悲剧里,每当像普里阿摩斯那样的人带着一只鸟出场时,我总觉得十分纳罕,原来那只鸟立在那里,是在监视着吕西克拉特斯能收到什么贿赂。
§514ὃ δὲ δεινότατόν γʼ ἐστὶν ἁπάντων, ὁ Ζεὺς γὰρ ὁ νῦν βασιλεύων §515αἰετὸν ὄρνιν ἕστηκεν ἔχων ἐπὶ τῆς κεφαλῆς βασιλεὺς ὤν, §516ἡ δʼ αὖ θυγάτηρ γλαῦχʼ, ὁ δʼ Ἀπόλλων ὥσπερ θεράπων ἱέρακα.
皮斯泰泰洛斯:而最惊人的是,如今统治天下的国王宙斯,虽然当着国王,头上却顶着一只鹰,而他的女儿则顶着猫头鹰,阿波罗像个仆人一样顶着隼。
§517νὴ τὴν Δήμητρʼ εὖ ταῦτα λέγεις.
外乌埃尔皮德斯:凭着德墨忒尔起誓,你说的有理。
τίνος οὕνεκα ταῦτʼ ἄρʼ ἔχουσιν;
可他们究竟为什么要带着这些鸟呢?
§518ἵνʼ ὅταν θύων τις ἔπειτʼ αὐτοῖς ἐς τὴν χεῖρʼ, ὡς νόμος ἐστίν, §519τὰ σπλάγχνα διδῷ, τοῦ Διὸς αὐτοὶ πρότεροι τὰ σπλάγχνα λάβωσιν.
皮斯泰泰洛斯:这是为了,当有人献祭,按习俗把内脏呈递到他们手中时,这些鸟能比宙斯更早得到那些内脏。
§520ὤμνυ τʼ οὐδεὶς τότʼ ἂν ἀνθρώπων θεόν, ἀλλʼ ὄρνιθας ἅπαντες·
而且在那个时候,人类中没有任何人凭着神明起誓,而是所有人都凭着鸟类起誓。

词汇与语法注释

  1. 474γῆν δʼ οὐκ εἶναι, τὸν δὲ προκεῖσθαι πεμπταῖον· τὴν δʼ ἀποροῦσαν — 接续第472行主动词 ἔφασκε(“他曾说”)所引导的间接引语中的“宾格加不定式”结构(accusative with infinitive)。不定式 εἶναι(现在时)、προκεισθαι(现在时)以及第475行的 κατορύξαι(不定过去时)都依赖于这个 ἔφασκε,而主语的切换(γῆν, τὸν, τὴν)则以宾格形式呈现。
  2. 478ὡς πρεσβυτάτων αὐτῶν ὄντων — 带有连接词 ὡς 的属格绝对结构(genitive absolute)。分词 ὄντων(εἰμί 的现在分词阳性复数属格)的主语是人称代名词 αὐτῶν(指代鸟类),而 ὡς 表示说话者(皮斯泰泰洛斯)所提出的主观或逻辑理由(“因为他们是最古老的存在”)。
  3. 488οὕτω δʼ ἴσχυσέ τε καὶ μέγας ἦν τότε καὶ πολύς, ὥστʼ — 由副词 οὕτω(“如此、到这种程度”)引导、后接 ὥστε 的结果从句结构。ὥστε 后接直陈式动词(第490行的主动词 ἀναπηδῶσιν “跃起”为直陈式现在时),强调的是“实际产生的结果”而非假想情况。
  4. 505χὠπόθʼ ὁ κόκκυξ εἴποι ... τότʼ ἂν ... ἐθέριζον — 表示过去重复动作(past general condition)的句式。条件从句由 ὁπότε + 祈愿式 εἴποι(λέγω 的不定过去式祈愿式)构成,主句则使用 ἄν + 直陈式未完成过去时 ἐθέριζον,意为“每当杜鹃啼鸣……他们就会收割”,表示过去习惯性、反复发生的行为。

引用这一段

阿里斯托芬, 鸟 §468-520. Humanitext Reader, https://reader.humanitext.ai/zh/text/urn:cts:greekLit:tlg0019.tlg006.humanitext-grc2:468-520

请注明译文为AI草稿以及访问日期。

译文、注释与简介为AI生成的草稿,并根据读者反馈持续修订。