§311ἐκάλεσε;
コロス:誰が呼んだのだ?
τίνα τόπον ἄρα ποτὲ νέμεται;
一体どこに住んでいるのだ?
§312οὑτοσὶ πάλαι πάρειμι κοὐκ ἀποστατῶ φίλων.
ヤツガシラ:私はずっと前からここにいて、友らから離れることはない。
§313τί τί τί τί τί τί τί τί·
コロス:チ、チ、チ、チ、チ、チ、チ、チ。
τίνα λόγον ἄρα ποτὲ §315πρὸς ἐμὲ φίλον ἔχων;
一体どんな話を友である私に対して持っているのだ?
§316κοινὸν ἀσφαλῆ δίκαιον ἡδὺν ὠφελήσιμον.
ヤツガシラ:皆に関わる、安全で、正しく、愉快で、有益な話だ。
§317ἄνδρε γὰρ λεπτὼ λογιστὰ δεῦρʼ ἀφῖχθον ὡς ἐμέ.
鋭い知性を持つ二人の人間が、私のところへやって来たのだ。
§318ποῦ;
コロス:どこに?
πᾷ;
どちらに?
πῶς φῄς;
何と言ったのだ?
§320φήμʼ ἀπʼ ἀνθρώπων ἀφῖχθαι δεῦρο πρεσβύτα δύο·
ヤツガシラ:人間界から二人の老人がここへ到着したと言っているのだ。
§321ἥκετον δʼ ἔχοντε πρέμνον πράγματος πελωρίου.
彼らはとてつもない大仕事の根幹を携えてやって来た。
§322ὦ μέγιστον ἐξαμαρτὼν ἐξ ὅτου ʼτράφην ἐγώ,
コロス:おお、私が生まれてこのかた最大の過ちを犯した者よ、何ということを言うのだ?
§323cτί μʼ ἠργάσω;
コロス:お前は私に何をしてくれたのだ?
§324ἄνδρʼ ἐδεξάμην ἐραστὰ τῆσδε τῆς ξυνουσίας.
ヤツガシラ:我々のこの集まりを愛する二人の男を迎え入れたのだ。
§325καὶ δέδρακας τοῦτο τοὔργον;
コロス:本当にそのようなことをしたのか?
§325bκαὶ δεδρακώς γʼ ἥδομαι.
ヤツガシラ:したとも、そして私は喜んでいる。
§326κἀστὸν ἤδη που παρʼ ἡμῖν;
コロス:二人はすでに我々のそばにいるのか?
§326bεἰ παρʼ ὑμῖν εἴμʼ ἐγώ.
ピステタイロス:私があなた方のうちにいるのであればね。
§327ἔα ἔα,
コロス:ひどい、ひどい!
§328προδεδόμεθʼ ἀνόσιά τʼ ἐπάθομεν·
我々は裏切られ、不浄な目に遭わされた。
§329ὃς γὰρ φίλος ἦν ὁμότροφά θʼ ἡμῖν §330ἐνέμετο πεδία παρʼ ἡμῖν, §331παρέβη μὲν θεσμοὺς ἀρχαίους, §332παρέβη δʼ ὅρκους ὀρνίθων·
我々の友であり、同じ野原で育ち、我々のそばで平原を分け合っていた者が、古き掟を破り、鳥たちの誓いを破ったのだ。
§333ἐς δὲ δόλον ἐκάλεσε, παρέβαλέ τʼ ἐμὲ παρὰ
彼は私を罠へと呼び寄せ、私を不浄な種族のそばへと引き渡した。
あの種族は、生まれてこのかた私にとって敵として育てられてきたというのに。
§336ἀλλὰ πρὸς τοῦτον μὲν ἡμῖν ἐστιν ὕστερος λόγος·
だが、この者に対する決算は後回しだ。
あの二人の老人には報いを受けてもらい、我々によって八つ裂きにされるべきだ。
§338bὡς ἀπωλόμεσθʼ ἄρα.
エウエルピデス:これでもうおしまいだ。
§339αἴτιος μέντοι σὺ νῷν εἶ τῶν κακῶν τούτων μόνος.
あなたこそ、我々二人のこの災難の唯一の原因だ。
§340ἐπὶ τί γάρ μʼ ἐκεῖθεν ἦγες;
なぜ私をあそこから連れ出したのだ?
§340bἵνʼ ἀκολουθοίης ἐμοί.
ピステタイロス:お前が私について来るようにするためだ。
§341ἵνα μὲν οὖν κλάοιμι μεγάλα.
エウエルピデス:いや、むしろ私が大泣きするためではないか。
πῶς κλαύσει γάρ, ἢν ἅπαξ γε τὠφθαλμὼ ʼκκοπῇς;
両目をくり抜かれてしまったら、どうやって泣くというのだ?
§343ἰὼ ἰώ,
コロス:おお、おお!
進め、攻め込め、敵意に満ちた殺戮の突撃を仕掛けよ、翼を四方八方に広げ、取り囲むのだ。
§349οὔτε γὰρ ὄρος σκιερὸν οὔτε νέφος αἰθέριον §350οὔτε πολιὸν πέλαγος ἔστιν ὅ τι δέξεται §351τώδʼ ἀποφυγόντε με.
影深い山も、天空の雲も、灰色の海も、私から逃れようとするこの二人を受け入れて匿うことはない。
§352ἀλλὰ μὴ μέλλωμεν ἤδη τώδε τίλλειν καὶ δάκνειν.
さあ、これ以上ためらわずに、あの二人を毟り、噛みつこう。
§353ποῦ ʼσθʼ ὁ ταξίαρχος;
隊長はどこだ?
ἐπαγέτω τὸ δεξιὸν κέρας.
右翼を進めさせよ。
§354τοῦτʼ ἐκεῖνο·
エウエルピデス:ついに来た!
ποῖφύγω δύστηνος;
哀れな私はどこへ逃げればよいのだ?
§354bοὗτος οὐ μενεῖς;
ピステタイロス:おい、そこを動くな。
§355ἵνʼ ὑπὸ τούτων διαφορηθῶ;
エウエルピデス:あいつらに八つ裂きにされるためか?
§356bοὐκ οἶδʼ ὅπως ἄν.
エウエルピデス:どうすればいいのか分からない。
§356cἀλλʼ ἐγώ τοί σοι λέγω,
ピステタイロス:ならば私がお前に教えてやろう。
§357ὅτι μένοντε δεῖ μάχεσθαι λαμβάνειν τε τῶν χυτρῶν.
そこに踏みとどまって戦い、鍋を掴むのだ。
§358τί δὲ χύτρα νώ γʼ ὠφελήσει;
エウエルピデス:鍋が我々二人に何の役に立つ?
§358bγλαῦξ μὲν οὐ πρόσεισι νῷν.
ピステタイロス:フクロウなら我々二人には近づいてこない。
§359τοῖς δὲ γαμψώνυξι τοισδί;
エウエルピデス:では、あの鉤爪を持つ連中には?
§360bτοῖσι δʼ ὀφθαλμοῖσι τί;
エウエルピデス:目についてはどうする?
§361ὀξύβαφον ἐντευθενὶ προσδοῦ λαβὼν ἢ τρύβλιον.
ピステタイロス:ここから酢入れの小皿か、深皿でも取って目の前に当てておくのだ。
§362ὦ σοφώτατʼ, εὖ γʼ ἀνηῦρες αὐτὸ καὶ στρατηγικῶς·
エウエルピデス:おお、なんと賢い、見事な将軍並みの知恵だ。
§363ὑπερακοντίζεις σύ γʼ ἤδη Νικίαν ταῖς μηχαναῖς.
お前はもはや計略においてニキアスを領駕しているぞ。
§364ἐλελελεῦ χώρει κάθες τὸ ῥύγχος·
コロス:エレレレウ! 進め、嘴を下げよ。
οὐ μέλλειν ἐχρῆν.
ためらっている場合ではない。
§365ἕλκε τίλλε παῖε δεῖρε, κόπτε πρώτην τὴν χύτραν.
引っ張れ、毟れ、叩け、皮を剥げ、まずはあの鍋を叩き壊せ!
ヤツガシラ:言ってみろ、すべての最も邪悪な獣どもよ、お前たちはなぜ、何の害も受けていないのに、二人の男を滅ぼし、引き裂こうとするのだ?
§368τῆς ἐμῆς γυναικὸς ὄντε ξυγγενεῖ καὶ φυλέτα;
二人は私の妻の親族であり、部族の者なのだぞ。
§369φεισόμεσθα γάρ τι τῶνδε μᾶλλον ἡμεῖς ἢ λύκων;
コロス:我々が狼を容赦する以上に、この者たちを容赦せねばならぬのか?
§370ἢ τίνας τεισαίμεθʼ ἄλλους τῶνδʼ ἂν ἐχθίους ἔτι;
あるいは、これら以上に憎むべき他の誰に復讐するというのだ?
§371εἰ δὲ τὴν φύσιν μὲν ἐχθροὶ τὸν δὲ νοῦν εἰσιν φίλοι, §372καὶ διδάξοντές τι δεῦρʼ ἥκουσιν ὑμᾶς χρήσιμον;
ヤツガシラ:もし彼らが、生まれつきは敵であっても、心は味方であり、お前たちに何か有益なことを教えにここへ来たのだとしたらどうする?
§373πῶς δʼ ἂν οἵδʼ ἡμᾶς τι χρήσιμον διδάξειάν ποτε §374ἢ φράσειαν, ὄντες ἐχθροὶ τοῖσι πάπποις τοῖς ἐμοῖς;
コロス:我々の祖父たちの敵であるこの者どもが、どうして我々に何か有益なことを教えたり、告げたりできるというのだ?
§375ἀλλʼ ἀπʼ ἐχθρῶν δῆτα πολλὰ μανθάνουσιν οἱ σοφοί.
ヤツガシラ:だが、賢者たる者は敵から多くのことを学ぶものだ。
§376ἡ γὰρ εὐλάβεια σῴζει πάντα.
用心深さこそがすべてを救うのだ。
παρὰ μὲν οὖν φίλου §377οὐ μάθοις ἂν τοῦθʼ, ὁ δʼ ἐχθρὸς εὐθὺς ἐξηνάγκασεν.
友からであればそれを学ぶことはないだろうが、敵は直ちにそれを強いるのだ。
§378αὐτίχʼ αἱ πόλεις παρʼ ἀνδρῶν γʼ ἔμαθον ἐχθρῶν κοὐ φίλων §379ἐκπονεῖν θʼ ὑψηλὰ τείχη ναῦς τε κεκτῆσθαι μακράς·
例えば、諸都市は友からではなく敵から学んだのだ、高い城壁を築き、長い軍船を所有することを。
§380τὸ δὲ μάθημα τοῦτο σῴζει παῖδας οἶκον χρήματα.
そしてその教えが、子供たち、家、財産を救うのだ。
§381ἔστι μὲν λόγων ἀκοῦσαι πρῶτον, ὡς ἡμῖν δοκεῖ,
コロス:我々が思うに、まずは彼らの話を聞くのがよさそうだ。