§311ἐκάλεσε;
歌队:谁在呼唤?
τίνα τόπον ἄρα ποτὲ νέμεται;
他到底住在什么地方?
§312οὑτοσὶ πάλαι πάρειμι κοὐκ ἀποστατῶ φίλων.
戴胜:我早就站在这里了,绝不离开我的朋友们。
§313τί τί τί τί τί τί τί τί·
歌队:唧、唧、唧、唧、唧、唧、唧、唧。
τίνα λόγον ἄρα ποτὲ §315πρὸς ἐμὲ φίλον ἔχων;
你到底有什么话要对我这个朋友说?
§316κοινὸν ἀσφαλῆ δίκαιον ἡδὺν ὠφελήσιμον.
戴胜:这是一些关乎大家安全、正义、愉快且非常有益的话。
§317ἄνδρε γὰρ λεπτὼ λογιστὰ δεῦρʼ ἀφῖχθον ὡς ἐμέ.
因为有两个绝顶聪明的谋士,已经到我这儿来了。
§318ποῦ;
歌队:在哪儿?
πᾷ;
在何处?
πῶς φῄς;
你这是什么意思?
戴胜:我说有两个老人从人间来到了这里;他们带来了一件惊天动地的大事的根基。
§323bμήπω φοβηθῇς τὸν λόγον.
戴胜:先别害怕我的话。
§323cτί μʼ ἠργάσω;
歌队:你对我做了什么?
§324ἄνδρʼ ἐδεξάμην ἐραστὰ τῆσδε τῆς ξυνουσίας.
戴胜:我接待了两个向往我们这个集体的男人。
§325καὶ δέδρακας τοῦτο τοὔργον;
歌队:你真干了这事儿?
§325bκαὶ δεδρακώς γʼ ἥδομαι.
戴胜:干了,而且干得很高兴。
§326κἀστὸν ἤδη που παρʼ ἡμῖν;
歌队:他们现在已经和我们在一起了吗?
§326bεἰ παρʼ ὑμῖν εἴμʼ ἐγώ.
皮斯泰泰洛斯:如果我真的就在你们这里的话。
§327ἔα ἔα,
歌队:啊呀,啊呀!
§328προδεδόμεθʼ ἀνόσιά τʼ ἐπάθομεν·
我们被出卖了,遭受了不义之举!
§329ὃς γὰρ φίλος ἦν ὁμότροφά θʼ ἡμῖν §330ἐνέμετο πεδία παρʼ ἡμῖν, §331παρέβη μὲν θεσμοὺς ἀρχαίους, §332παρέβη δʼ ὅρκους ὀρνίθων· §333ἐς δὲ δόλον ἐκάλεσε, παρέβαλέ τʼ ἐμὲ παρὰ
因为那曾经是我们的朋友,与我们同食同宿,在我们身旁共享平原的家伙,竟然违背了古老的法典,违背了鸟类的誓言;他把我诱入圈套,将我交给了一个不洁的种族。
§336ἀλλὰ πρὸς τοῦτον μὲν ἡμῖν ἐστιν ὕστερος λόγος· §337τὼ δὲ πρεσβύτα δοκεῖ μοι τώδε δοῦναι τὴν δίκην §338διαφορηθῆναί θʼ ὑφʼ ἡμῶν.
不过,对这家伙我们回头再算账;至于这两个老头子,依我看必须让他们付出代价,被我们撕成碎片。
§338bὡς ἀπωλόμεσθʼ ἄρα.
埃乌埃尔皮德斯:那我们可就完蛋了。
§339αἴτιος μέντοι σὺ νῷν εἶ τῶν κακῶν τούτων μόνος.
真的,你才是我们俩这桩祸事的唯一根源。
§340ἐπὶ τί γάρ μʼ ἐκεῖθεν ἦγες;
你干嘛把我从那儿带出来?
§340bἵνʼ ἀκολουθοίης ἐμοί.
皮斯泰泰洛斯:为了让你跟着我。
§341ἵνα μὲν οὖν κλάοιμι μεγάλα.
埃乌埃尔皮德斯:不,是为了让我也痛哭一场吧!
皮斯泰泰洛斯:你又在这儿胡说八道了;因为一旦你两只眼睛被啄瞎了,你还怎么哭得出声?
§343ἰὼ ἰώ,
歌队:哎呀,哎呀!
§344ἔπαγʼ ἔπιθʼ ἐπίφερε πολέμιον §345ὁρμὰν φονίαν, πτέρυγά τε παντᾷ §346ἐπίβαλε περί τε κύκλωσαι· §347ὡς δεῖ τώδʼ οἰμώζειν ἄμφω §348καὶ δοῦναι ῥύγχει φορβάν.
冲啊,攻上去,发起充满敌意的致命突击,把羽翼遮天蔽日地铺展开,将他们包围起来;必须让这两个家伙一起哀嚎,并用肉身作为我们鸟喙的食粮。
§349οὔτε γὰρ ὄρος σκιερὸν οὔτε νέφος αἰθέριον §350οὔτε πολιὸν πέλαγος ἔστιν ὅ τι δέξεται §351τώδʼ ἀποφυγόντε με.
因为无论是阴暗的山峦,还是高空的云雾,抑或是灰白的大海,都绝不会容纳这两个企图从我手中逃脱的人。
§352ἀλλὰ μὴ μέλλωμεν ἤδη τώδε τίλλειν καὶ δάκνειν.
所以我们别再拖延了,现在就去把这两个人拔毛撕咬。
§353ποῦ ʼσθʼ ὁ ταξίαρχος;
我们的队长在哪儿?
ἐπαγέτω τὸ δεξιὸν κέρας.
让右翼兵力攻上来。
§354τοῦτʼ ἐκεῖνο·
埃乌埃尔皮德斯:大事不妙!
ποῖφύγω δύστηνος;
我这可怜虫该往哪儿逃?
§354bοὗτος οὐ μενεῖς;
皮斯泰泰洛斯:嘿,你别走!
§355ἵνʼ ὑπὸ τούτων διαφορηθῶ;
埃乌埃尔皮德斯:好留在这儿被它们撕成碎片吗?
§356bοὐκ οἶδʼ ὅπως ἄν.
埃乌埃尔皮德斯:我也不知道该怎么逃。
皮斯泰泰洛斯:那我来告诉你,我们必须留下来战斗,并且拿好那些陶罐。
§358τί δὲ χύτρα νώ γʼ ὠφελήσει;
埃乌埃尔皮德斯:陶罐对我们俩能有什么用?
§358bγλαῦξ μὲν οὐ πρόσεισι νῷν.
皮斯泰泰洛斯:猫头鹰可不敢靠近我们。
§359τοῖς δὲ γαμψώνυξι τοισδί;
埃乌埃尔皮德斯:但对付那些长着弯爪的家伙呢?
§360bτοῖσι δʼ ὀφθαλμοῖσι τί;
埃乌埃尔皮德斯:那我们的眼睛怎么办?
§361ὀξύβαφον ἐντευθενὶ προσδοῦ λαβὼν ἢ τρύβλιον.
皮斯泰泰洛斯:从这儿拿个小醋碟或者小深碗挡在眼前。
§362ὦ σοφώτατʼ, εὖ γʼ ἀνηῦρες αὐτὸ καὶ στρατηγικῶς·
埃乌埃尔皮德斯:哦,最聪明的人啊,你这办法想得真好,真有大将风度!
§363ὑπερακοντίζεις σύ γʼ ἤδη Νικίαν ταῖς μηχαναῖς.
在计谋方面你现在已经超越尼基阿斯了。
§364ἐλελελεῦ χώρει κάθες τὸ ῥύγχος·
歌队:埃雷雷乌! 冲啊,低下鸟喙!
οὐ μέλλειν ἐχρῆν.
不该再拖延了。
§365ἕλκε τίλλε παῖε δεῖρε, κόπτε πρώτην τὴν χύτραν.
拖拽、拔毛、击打、剥皮,先砸烂那个陶罐!
§366εἰπέ μοι τί μέλλετʼ ὦ πάντων κάκιστα θηρίων §367ἀπολέσαι παθόντες οὐδὲν ἄνδρε καὶ διασπάσαι §368τῆς ἐμῆς γυναικὸς ὄντε ξυγγενεῖ καὶ φυλέτα;
戴胜:告诉我,你们这群最邪恶的野兽,为什么在没受任何伤害的情况下,就要消灭并撕碎这两个作为我妻子的亲戚和同部落人的男子?
§369φεισόμεσθα γάρ τι τῶνδε μᾶλλον ἡμεῖς ἢ λύκων;
歌队:难道我们对这两个人的仁慈应该超过对狼吗?
§370ἢ τίνας τεισαίμεθʼ ἄλλους τῶνδʼ ἂν ἐχθίους ἔτι;
难道还有比这两个家伙更可恨的敌人需要我们去惩罚吗?
§371εἰ δὲ τὴν φύσιν μὲν ἐχθροὶ τὸν δὲ νοῦν εἰσιν φίλοι, §372καὶ διδάξοντές τι δεῦρʼ ἥκουσιν ὑμᾶς χρήσιμον;
戴胜:如果他们虽然在天性上是敌人,但在心意上是朋友,而且是到这儿来教给你们一些有用的东西呢?
§373πῶς δʼ ἂν οἵδʼ ἡμᾶς τι χρήσιμον διδάξειάν ποτε §374ἢ φράσειαν, ὄντες ἐχθροὶ τοῖσι πάπποις τοῖς ἐμοῖς;
歌队:这些人作为我祖辈的死敌,怎么可能教给我们任何有用的东西,或者对我们说些什么呢?
§375ἀλλʼ ἀπʼ ἐχθρῶν δῆτα πολλὰ μανθάνουσιν οἱ σοφοί.
戴胜:然而聪明人确实能从敌人身上学到很多东西。
§376ἡ γὰρ εὐλάβεια σῴζει πάντα.
因为谨慎保护着一切。
παρὰ μὲν οὖν φίλου §377οὐ μάθοις ἂν τοῦθʼ, ὁ δʼ ἐχθρὸς εὐθὺς ἐξηνάγκασεν.
如果你从朋友那里,是学不到这一点的,但敌人会立刻迫使你学会。
§378αὐτίχʼ αἱ πόλεις παρʼ ἀνδρῶν γʼ ἔμαθον ἐχθρῶν κοὐ φίλων §379ἐκπονεῖν θʼ ὑψηλὰ τείχη ναῦς τε κεκτῆσθαι μακράς· §380τὸ δὲ μάθημα τοῦτο σῴζει παῖδας οἶκον χρήματα.
比如,城邦正是从敌对者、而非从朋友那里学会了修筑高大的城墙和拥有长战船;而这个教训保护了孩子、家园和财产。
§381ἔστι μὲν λόγων ἀκοῦσαι πρῶτον, ὡς ἡμῖν δοκεῖ,
歌队:在我们看来,似乎应当首先听听他们的言论。