§385φέρε τουτὶ τῷ χρὴ πιστεύειν;
「さあ、これをどうして信じろというのです?
§385bἀπὸ σαυτοῦ ʼγώ σε διδάξω.
」「お前自身の経験から教えてやろう。
§386ἤδη ζωμοῦ Παναθηναίοις ἐμπλησθεὶς εἶτʼ ἐταράχθης §387τὴν γαστέρα, καὶ κλόνος ἐξαίφνης αὐτὴν διεκορκορύγησεν;
パナテナイア祭で肉スープをたらふく食べて、その後お腹が下り、突然その中でゴロゴロと鳴り響いたことはないか?
§388νὴ τὸν Ἀπόλλω καὶ δεινὰ ποιεῖ γʼ εὐθύς μοι, καὶ τετάρακται
」「アポロンにかけて、ありますとも。
§389χὤσπερ βροντὴ τὸ ζωμίδιον παταγεῖ καὶ δεινὰ κέκραγεν·
スープはすぐに私の中でひどいことをし、お腹が乱れ、雷のようにお粥スープが鳴り響き、恐ろしい音を立てるのです。
§390ἀτρέμας πρῶτον παππὰξ παππάξ, κἄπειτʼ ἐπάγει παπαπαππάξ, §391χὤταν χέζω, κομιδῇ βροντᾷ παπαπαππὰξ ὥσπερ ἐκεῖναι.
最初は静かに『パッパクス、パッパクス』、次に『パパパッパクス』と続き、糞をするときには、まさに彼女たちのように、完璧に雷鳴を轟かせて『パパパッパクス』となるのです。
§392σκέψαι τοίνυν ἀπὸ γαστριδίου τυννουτουὶ οἷα πέπορδας·
」「では、こんなちっぽけなお腹からそんな屁が出ることを考えてみよ。
§393τὸν δʼ Ἀέρα τόνδʼ ὄντʼ ἀπέραντον πῶς οὐκ εἰκὸς μέγα βροντᾶν;
それなら、この無限に広がる大気が大音量で雷鳴を轟かせるのは、当然ではないかね?
§394ταῦτʼ ἄρα καὶ τὠνόματʼ ἀλλήλοιν βροντὴ καὶ πορδὴ ὁμοίω.
」「なるほど、だから『雷』と『屁』という名前も似ているのですね。
§395ἀλλʼ ὁ κεραυνὸς πόθεν αὖ φέρεται λάμπων πυρί, τοῦτο δίδαξον, §396καὶ καταφρύγει βάλλων ἡμᾶς, τοὺς δὲ ζῶντας περιφλύει;
」「しかし、あの稲妻はどこから火を放ちながら飛んできて、我々を撃ち、焼き殺したり、生き残った者の表面を焦がしたりするのか、それを教えてください。
§397τοῦτον γὰρ δὴ φανερῶς ὁ Ζεὺς ἵησʼ ἐπὶ τοὺς ἐπιόρκους.
明らかに、ゼウスがこれを偽誓者たちに向けて放っているのでしょう?
§398καὶ πῶς ὦ μῶρε σὺ καὶ Κρονίων ὄζων καὶ βεκκεσέληνε,
」「おいおい、お前はなんと愚かで、クロノスの時代の古臭い匂いがし、大昔の人間なのか!
§399εἴπερ βάλλει τοὺς ἐπιόρκους, δῆτʼ οὐχὶ Σίμωνʼ ἐνέπρησεν
もし偽誓者を撃つのなら、どうしてシモンを焼き払わなかったのだ?
§400οὐδὲ Κλεώνυμον οὐδὲ Θέωρον;
クレオニュモスも、テオロスも?
καίτοι σφόδρα γʼ εἴσʼ ἐπίορκοι·
彼らは極めてひどい偽誓者なのに。
それどころか、ゼウスは自分の神殿や、アテナイの岬スニオン、そして巨大なカシの木を撃っている。
τί μαθών;
一体どういうつもりだ?
οὐ γὰρ δὴ δρῦς γʼ ἐπιορκεῖ.
カシの木は偽誓などしないぞ。
§403οὐκ οἶδʼ·
」「わかりません。
ἀτὰρ εὖ σὺ λέγειν φαίνει.
しかし、あなたの言うことはもっともに見えます。
τί γάρ ἐστιν δῆθʼ ὁ κεραυνός;
では一体、稲妻とは何なのですか?
§404ὅταν ἐς ταύτας ἄνεμος ξηρὸς μετεωρισθεὶς κατακλῃσθῇ, §405ἔνδοθεν αὐτὰς ὥσπερ κύστιν φυσᾷ, κἄπειθʼ ὑπʼ ἀνάγκης §406ῥήξας αὐτὰς ἔξω φέρεται σοβαρὸς διὰ τὴν πυκνότητα, §407ὑπὸ τοῦ ῥοίβδου καὶ τῆς ῥύμης αὐτὸς ἑαυτὸν κατακάων.
」「乾燥した風が上空に昇って、雲の中に閉じ込められたとき、それは内側から雲を膀胱のように膨らませ、そして必然の力によって雲を突き破り、その密度の高さゆえに猛烈な勢いで外へ飛び出し、その摩擦の音と勢いによって、自らを発火させるのだ。
§408νὴ Δίʼ ἐγὼ γοῦν ἀτεχνῶς ἔπαθον τουτί ποτε Διασίοισιν
」「ゼウスにかけて! 私はまさにそれとそっくり同じ目に、ディアシア祭のときに遭いました。
§409ὀπτῶν γαστέρα τοῖς συγγενέσιν, κᾆτʼ οὐκ ἔσχων ἀμελήσας·
親戚のために胃袋を焼いていたのですが、注意を怠って、切れ目を入れずにおいたのです。
§410ἡ δʼ ἄρʼ ἐφυσᾶτʼ, εἶτʼ ἐξαίφνης διαλακήσασα πρὸς αὐτὼ §411τὠφθαλμώ μου προσετίλησεν καὶ κατέκαυσεν τὸ πρόσωπον.
すると、それが膨らんで、突然真っ二つに裂けて、私の両目に糞を引っ掛け、顔を焼き焦がしたのです。
§412ὦ τῆς μεγάλης ἐπιθυμήσας σοφίας ἄνθρωπε παρʼ ἡμῶν,
」「おお、我らから大いなる知恵を得ようと熱望した人間よ!
§413ὡς εὐδαίμων ἐν Ἀθηναίοις καὶ τοῖς Ἕλλησι γενήσει,
お前はアテナイ人の間でも、ギリシア人の間でも、なんと幸福になることか。
§414εἰ μνήμων εἶ καὶ φροντιστὴς καὶ τὸ ταλαίπωρον ἔνεστιν §415ἐν τῇ ψυχῇ, καὶ μὴ κάμνεις μήθʼ ἑστὼς μήτε βαδίζων, §416μήτε ῥιγῶν ἄχθει λίαν μήτʼ ἀριστᾶν ἐπιθυμεῖς, §417οἴνου τʼ ἀπέχει καὶ γυμνασίων καὶ τῶν ἄλλων ἀνοήτων,
もしお前に記憶力があり、探究心があり、耐え忍ぶ力が魂に備わっており、立っているときも歩いているときも疲れず、寒さに過度にへこたれず、朝食を貪ることも望まず、ワインを控え、体育(運動)やその他の愚かなことを遠ざけ、そして、分別ある男にふさわしく、次のことを最善とみなすなら。
§418καὶ βέλτιστον τοῦτο νομίζεις, ὅπερ εἰκὸς δεξιὸν ἄνδρα, §419νικᾶν πράττων καὶ βουλεύων καὶ τῇ γλώττῃ πολεμίζων.
すなわち、議論を行い、計画を立て、舌をもって戦うことによって勝利することを。
§420ἀλλʼ οὕνεκά γε ψυχῆς στερρᾶς δυσκολοκοίτου τε μερίμνης §421καὶ φειδωλοῦ καὶ τρυσιβίου γαστρὸς καὶ θυμβρεπιδείπνου,
」「頑丈な魂、安眠を妨げる気苦労、倹約、命をすり減らす胃袋、野生のハーブの夕食ということなら、心配ご無用。
§422ἀμέλει θαρρῶν οὕνεκα τούτων ἐπιχαλκεύειν παρέχοιμʼ ἄν.
それらのことなら、私は喜んで金床のように叩かれる覚悟があります。
§423ἄλλο τι δῆτʼ οὖν νομιεῖς ἤδη θεὸν οὐδένα πλὴν ἅπερ ἡμεῖς,
」「では、お前はもはや、我々が信じる神々以外の神を認めないのだな?
§424τὸ Χάος τουτὶ καὶ τὰς Νεφέλας καὶ τὴν γλῶτταν, τρία ταυτί;
すなわち、この混沌、雲、そして舌、この三つだけを。
§425οὐδʼ ἂν διαλεχθείην γʼ ἀτεχνῶς τοῖς ἄλλοις οὐδʼ ἂν ἀπαντῶν·
」「他の神々とは絶対に口も聞きませんし、道で出会っても無視します。
§426οὐδʼ ἂν θύσαιμʼ, οὐδʼ ἂν σπείσαιμʼ, οὐδʼ ἐπιθείην λιβανωτόν.
生け贄も捧げず、神酒も注がず、香も供えません。
§427λέγε νυν ἡμῖν ὅ τι σοι δρῶμεν θαρρῶν, ὡς οὐκ ἀτυχήσεις
」「それでは、心配せずに、我々がお前のために何をすべきか言いなさい。 お前が失望することはないだろう。
§428ἡμᾶς τιμῶν καὶ θαυμάζων καὶ ζητῶν δεξιὸς εἶναι.
我々を敬い、崇め、賢くなろうと努める限り。
§429ὦ δέσποιναι δέομαι τοίνυν ὑμῶν τουτὶ πάνυ μικρόν,
」「おお、女王たちよ。 では、私は極めて小さなことを一つだけお願いします。
§430τῶν Ἑλλήνων εἶναί με λέγειν ἑκατὸν σταδίοισιν ἄριστον.
ギリシア人の間で、弁論において私が百スタディオン分、一番になれるようにしてください。
§431ἀλλʼ ἔσται σοι τοῦτο παρʼ ἡμῶν·
」「それは我々からお前に与えられよう。
ὥστε τὸ λοιπόν γʼ ἀπὸ τουδὶ §432ἐν τῷ δήμῳ γνώμας οὐδεὶς νικήσει πλείονας ἢ σύ.
したがって、今後は民会において、お前以上に多くの議案を可決させる者は誰もいなくなるだろう。
§433μὴ ʼμοί γε λέγειν γνώμας μεγάλας·
」「私に大きな議案を通す能力など語らないでください。
οὐ γὰρ τούτων ἐπιθυμῶ,
そんなものは望んでいません。
§434ἀλλʼ ὅσʼ ἐμαυτῷ στρεψοδικῆσαι καὶ τοὺς χρήστας διολισθεῖν.
ただ、自分に都合のいいように法をねじ曲げ、債権者たちの手からすり抜けたいだけなのです。
§435τεύξει τοίνυν ὧν ἱμείρεις·
」「それならお前の望むものを得られるだろう。
οὐ γὰρ μεγάλων ἐπιθυμεῖς.
お前が望んでいるのは大それたことではないからな。
§436ἀλλὰ σεαυτὸν θαρρῶν παράδος τοῖς ἡμετέροις προπόλοισιν.
さあ、心配せずに、我々の従者に身を委ねなさい。
§437δράσω ταῦθʼ ὑμῖν πιστεύσας·
」「お言葉を信じてそういたします。
ἡ γὰρ ἀνάγκη με πιέζει
必然の重圧が私を締め付けているのですから。
§438διὰ τοὺς ἵππους τοὺς κοππατίας καὶ τὸν γάμον ὅς μʼ ἐπέτριψεν.
馬の借金と、私を破滅させた結婚のせいで。
だから今や、彼らが望むならこの私の体をどのようにでも彼らに差し出しましょう。
殴るなり、飢えさせるなり、渇かせるなり、汚れさせるなり、凍えさせるなり、皮を剥いで袋にするなり、借金から逃れられるのなら。
§444τοῖς τʼ ἀνθρώποις εἶναι δόξω
そして人々から、このように思われるなら。
§445θρασὺς εὔγλωττος τολμηρὸς ἴτης
すなわち、ずうずうしく、口が達者で、大胆で、押しが強い奴だと。 」