§33τῷ γὰρ ἀργοῦντι καὶ σχολάζοντι τῆς πόλεως ὄχλῳ — πλῆθος δ’ ἐστὶν ἐπιτετηδευκὸς γλωσσαλγίαν καὶ ἐνευκαιροῦν διαβολαῖς καὶ βλασφημίαις — ἐπιτρέπει κακηγορεῖν τὸν βασιλέα εἴτε ἀρξάμενος δι’ ἑαυτοῦ τῶν λοιδοριῶν εἴτε προτρεψάμενος καὶ ἐναγαγὼν αὐτὸς διὰ τῶν ὑπηρετεῖν τὰ τοιαῦτα εἰωθότων.
なぜなら、彼は都市の怠惰で暇を持て余している群衆に、――これはおしゃべりを専門とし、中傷や冒涜に暇を費やす大衆であるが――王を悪口することを許したからである。 それは、自ら罵倒を始めたのか、あるいは、そのようなことに手先として仕えることに慣れている者たちを通じて、自ら促し、駆り立てたのかのどちらかであった。
§34οἱ δ’ ἀφορμῆς λαβόμενοι διημέρευον ἐν τῷ γυμνασίῳ χλευάζοντες τὸν βασιλέα καὶ σκώμματα συνείροντες·
彼らはこの機会をとらえて、体育場(ギムナシオン)で一日中過ごし、王を嘲笑し、嘲りを並べ立てた。
πῇ δὲ καὶ ποιηταῖς μίμων καὶ γελοίων διδασκάλοις χρώμενοι τὴν ἐν τοῖς αἰσχροῖς εὐφυΐαν ἐπεδείκνυντο, βραδεῖς μὲν ὄντες τὰ καλὰ παιδεύεσθαι, τὰ δ’ ἐναντία μανθάνειν ὀξύτατοι καὶ προχειρότατοι.
あるときは模倣劇(ミモス)の詩人や喜劇の教師たちを雇って、卑猥なことにおける自分たちの才能を誇示した。 彼らは善いことを学ぶには遅鈍であるが、その反対のことを学ぶには極めて敏捷で、極めて機転が利くのであった。
§35διὰ τί γὰρ οὐκ ἠγανάκτησεν, οὐκ ἀπήγαγεν, οὐκ ἐπέπληξε τῆς αὐθάδους βλασφημίας;
なぜなら、なぜ彼は憤慨せず、連行もせず、その傲慢な冒涜を叱責しなかったのか。
εἰ δὲ μὴ βασιλεὺς ἦν, ἀλλά τις τῶν ἐκ τῆς Καίσαρος οἰκίας, οὐκ ὤφειλε προνομίαν τινὰ καὶ τιμὴν ἔχειν;
たとえ彼(アグリッパ)が王でなかったとしても、カエサルの家の者の一人であったなら、何らかの特権と名誉を持つべきではなかったか。
ἀλλὰ ταῦτ’ εἰσὶ πίστεις ἐναργεῖς τοῦ συναίτιον γεγενῆσθαι τῶν βλασφημιῶν Φλάκκον·
しかし、これらのことは、フラックスがこれら冒涜の共犯者となったことの、明白な証拠である。
ὁ γὰρ ἐπιπλήττειν ἢ τὸ πανύστατον ἐπέχειν ἂν δυνηθεὶς εἰ μὴ κεκώλυκε, δῆλος ἦν ἐφιεὶς καὶ ἐπιτρέπων αὐτός.
なぜなら、叱責するか、あるいはせめて制止することができたはずの者が、もし妨げなかったのであれば、自らそれを許し、認めていたことが明らかだからである。
πρὸς ὅ τι δ’ ἂν ὄχλος ἀσύντακτος ἀφορμὴν λάβῃ τῶν ἁμαρτημάτων, οὐχ ἵσταται, μέτεισι δ’ ἀφ’ ἑτέρων εἰς ἕτερα προσεπεξεργαζόμενος ἀεί τι νεώτερον.
無秩序な群衆は、過ちを犯す何らかのきっかけを得ると、立ち止まることなく、次から次へと移り行き、常に何か新しい悪事を企てて付け加えるのである。
§36Ἦν τις μεμηνὼς ὄνομα Καραβᾶς οὐ τὴν ἀγρίαν καὶ θηριώδη μανίαν — ἄσκηπτος γὰρ αὕτη γε καὶ τοῖς ἔχουσι καὶ τοῖς πλησιάζουσιν —, ἀλλὰ τὴν ἀνειμένην καὶ μαλακωτέραν.
カラバスという名の発狂した男がいた。 その狂気は、狂暴で野獣のようなものではなく(―これこそ狂っている本人にとっても近寄る者にとっても突発的で制御できないものであるが―)、穏やかで大人しい方のものであった。
οὗτος διημέρευε καὶ διενυκτέρευε γυμνὸς ἐν ταῖς ὁδοῖς οὔτε θάλπος οὔτε κρυμὸν ἐκτρεπόμενος, ἄθυρμα νηπίων καὶ μειρακίων σχολαζόντων.
この男は、裸で通りで一日中また一晩中過ごし、暑さも寒さも避けることなく、暇な子供たちや若者たちのおもちゃになっていた。
§37συνελάσαντες τὸν ἄθλιον ἄχρι τοῦ γυμνασίου καὶ στήσαντες μετέωρον, ἵνα καθορῷτο πρὸς πάντων, βύβλον μὲν εὐρύναντες ἀντὶ διαδήματος ἐπιτιθέασιν αὐτοῦ τῇ κεφαλῇ, χαμαιστρώτῳ δὲ τὸ ἄλλο σῶμα περιβάλλουσιν ἀντὶ χλαμύδος, ἀντὶ δὲ σκήπτρου βραχύ τι παπύρου τμῆμα τῆς ἐγχωρίου καθ’ ὁδὸν ἐρριμμένον ἰδών τις ἀναδίδωσιν.
彼らはその哀れな男を体育場まで追い立て、皆からよく見えるように高い場所に立たせると、パピルスのシートを広げて王冠の代わりに彼の頭に載せ、残りの身体には外套の代わりに粗末な敷物を巻き付け、王笏の代わりに、誰かが道端に落ちていた地元のパピルスの短い茎の切れ端を見つけて彼に手渡した。
§38ἐπεὶ δὲ ὡς ἐν θεατρικοῖς μίμοις τὰ παράσημα τῆς βασιλείας ἀνειλήφει καὶ διεκεκόσμητο εἰς βασιλέα, νεανίαι ῥάβδους ἐπὶ τῶν ὤμων φέροντες ἀντὶ λογχοφόρων ἑκατέρωθεν εἱστήκεσαν μιμούμενοι δορυφόρους.
そして、彼が劇場の模倣劇のように王権の象徴を身にまとい、王としての装いを整えられると、若者たちが、槍持ちの代わりに棒を肩に担ぎ、近衛兵を模して両脇に立った。
εἶθ’ ἕτεροι προσῄεσαν, οἱ μὲν ὡς ἀσπασόμενοι, οἱ δὲ ὡς δικασόμενοι, οἱ δ’ ὡς ἐντευξόμενοι περὶ κοινῶν πραγμάτων.
それから他の者たちが近づいてきて、ある者は拝謁するかのように、ある者は裁判を求めるかのように、またある者は公の事柄について陳情するかのように振る舞った。
§39εἶτ’ ἐκ τοῦ περιεστῶτος ἐν κύκλῳ πλήθους ἐξήχει βοή τις ἄτοπος Μάριν ἀποκαλούντων — οὕτως δέ φασι τὸν κύριον ὀνομάζεσθαι παρὰ Σύροις —·
それから、周囲を取り囲んでいた群衆から、彼を「マリン」――シリア人の間では、主をこのように呼ぶと言われている――と呼ぶ奇妙な叫び声が響き渡った。
ᾔδεσαν γὰρ Ἀγρίππαν καὶ γένει Σύρον καὶ Συρίας μεγάλην ἀποτομὴν ἔχοντα, ἧς ἐβασίλευε.
なぜなら、彼らはアグリッパが血統においてシリア人であり、彼が支配していたシリアの大きな割譲地を所有していることを知っていたからである。
ταῦτα δὲ ἀκούων, μᾶλλον δὲ ὁρῶν ὁ Φλάκκος, §40δεόντως ἂν καὶ τὸν μεμηνότα συλλαβὼν καὶ καθείρξας, ἵνα μὴ παρέχῃ τοῖς κατακερτομοῦσιν ἀφορμὴν εἰς ὕβριν τῶν βελτιόνων, καὶ τοὺς ἐνσκευάσαντας τιμωρησάμενος, ὅτι γε βασιλέα καὶ φίλον Καίσαρος καὶ ὑπὸ τῆς Ῥωμαίων βουλῆς τετιμημένον στρατηγικαῖς τιμαῖς ἐτόλμησαν καὶ ἔργοις καὶ λόγοις καὶ φανερῶς καὶ πλαγίως ὑβρίζειν, οὐ μόνον οὐκ ἐπέπληξεν, ἀλλ’ οὐδ’ ἐπισχεῖν ἠξίωσεν ἄδειαν καὶ ἐκεχειρίαν διδοὺς τοῖς ἐθελοκακοῦσι καὶ ἐθελέχθρως ἔχουσι, προσποιούμενος ἅ τε ἑώρα μὴ ὁρᾶν καὶ ὧν ἤκουε μὴ ἀκούειν.
これらのことを聞き、いやむしろ見ていたフラックスは、本来ならばその狂人を捕らえて監禁し、嘲る者たちに高貴な人々を侮辱する機会を与えないようにし、また、王であり、カエサルの友であり、ローマ元老院によって法務官格の栄誉を授けられた者を、行動や言葉によって、公然と、あるいは斜めから侮辱した首謀者たちを処罰すべきであったのに、叱責しなかったばかりか、制止することさえよしとせず、進んで悪事を働き、意図的に敵意を抱く者たちに免責と猶予を与えながら、見ているものを見ないふりをし、聞いているものを聞かないふりをしていた。
§41ὅπερ συναισθόμενος ὁὁ ὄχλος — οὐχ ὁὁ καθεστὼς καὶ δημοτικός, ἀλλ’ ὁ πάντα θορύβου καὶ ταραχῆς εἰωθὼς ἀναπιμπλάναι διὰ φιλοπραγμοσύνην καὶ ζῆλον ἀβιώτου βίου καὶ τὴν ἐξ ἔθους ἀργίαν καὶ σχολήν, πρᾶγμα ἐπίβουλον — συρρυέντες εἰς τὸ θέατρον ἐξ ἑωθινοῦ Φλάκκον ἤδη τιμῶν ἀθλίων ἐωνημένοι, ἃς ὁ δοξομανὴς καὶ παλίμπρατος ἐλάμβανεν οὐ καθ’ αὑτοῦ μόνον ἀλλὰ καὶ τῆς κοινῆς ἀσφαλείας, ἀνεβόησαν ἀφ’ ἑνὸς συνθήματος εἰκόνας ἐν ταῖς προσευχαῖς ἀνατιθέναι, καινότατον καὶ μηδέπω πραχθὲν εἰσηγούμενοι παρανόμημα.
このことに気づいた群衆は、――落ち着いた市民的な群衆ではなく、お節介や、耐え難い生き方への熱望、そして習慣的な怠惰と暇潰し――これは陰謀に満ちた事柄である――のために、すべてを騒乱と混乱で満たすことに慣れている群衆であるが、――早朝から劇場へと押し寄せ、名声に飢え、不節操なフラックスから、すでに哀れな栄誉を買い取っていた彼らは(そしてフラックスは、その栄誉を自分自身に対してだけでなく、公共の安全に対しても有害なものとして受け取っていたのであるが)、合図に合わせて一斉に、会堂の中に肖像を設置することを叫び求めた。 全く前代未聞で、未だかつて行われたことのない違法行為を提案しながら。