§10Ἀλλ’ οὗτοι μέν, ἐπειδήπερ οὐ τοὺς ὁμοφύλους μόνον ἀλλὰ καὶ τοὺς πλησιάζοντας ἀναπιμπλᾶσι φλυαρίας, ἀθεράπευτοι διατελείτωσαν ὄψιν, τὴν ἀναγκαιοτάτην τῶν αἰσθήσεων, πεπηρωμένοι·
しかし彼らは、同胞だけでなく近隣の者たちをもくだらないおしゃべりで満たしてしまうのであるから、最も必要な感覚である視覚を損なわれたまま、治療不可能な状態でいさせておくがよい。
λέγω δὲ οὐ τὴν σώματος, ἀλλὰ τὴν ψυχῆς, ᾗ τὸ ἀληθὲς καὶ τὸ ψεῦδος μόνῃ γνωρίζεται.
私が言っているのは肉体の視覚ではなく、魂の視覚のことである。 それによってのみ、真実と虚偽とが識別されるのである。
§11τὸ δὲ θεραπευτικὸν γένος βλέπειν ἀεὶ προδιδασκόμενον τῆς τοῦ ὄντος θέας ἐφιέσθω καὶ τὸν αἰσθητὸν ἥλιον ὑπερβαινέτω καὶ μηδέποτε τὴν τάξιν ταύτην λειπέτω πρὸς τελείαν ἄγουσαν εὐδαιμονίαν.
他方、治療に携わる一族は、常に観照するようにあらかじめ教え込まれており、「存在する者」の観照を熱望し、感覚的な太陽を超え、完全な幸福へと導くこの隊列を決して離れないようにするがよい。
§12οἱ δὲ ἐπὶ θεραπείαν ἰόντες οὔτε ἐξ ἔθους οὔτε ἐκ παραινέσεως ἢ παρακλήσεώς τινων, ἀλλ’ ὑπ’ ἔρωτος ἁρπασθέντες οὐρανίου, καθάπερ οἱ βακχευόμενοι καὶ κορυβαντιῶντες ἐνθουσιάζουσι, μέχρις ἂν τὸ ποθούμενον ἴδωσιν.
この治療へと向かう人々は、習慣によるのでもなく、誰かの勧めや懇願によるのでもなく、天上の愛に捉えられ、バッコス信者やコリュバス信者のように、憧れの対象を目にするまで熱狂するのである。
§13εἶτα διὰ τὸν τῆς ἀθανάτου καὶ μακαρίας ζωῆς ἵμερον τετελευτηκέναι νομίζοντες ἤδη τὸν θνητὸν βίον ἀπολείπουσι τὰς οὐσίας υἱοῖς ἢ θυγατράσιν εἴτε καὶ ἄλλοις συγγενέσιν, ἑκουσίῳ γνώμῃ προκληρονομούμενοι, οἷς δὲ μὴ συγγενεῖς εἰσιν, ἑταίροις καὶ φίλοις·
そして、不死なる祝福された生へのあこがれのゆえに、死すべき人生はすでに終わったものと見なし、自らの財産を息子や娘、あるいは他の親族に譲り渡し、自由な意志によって生前相続を行わせる。 親族のいない者は、仲間や友人に譲る。
ἔδει γὰρ τοὺς τὸν βλέποντα πλοῦτον ἐξ ἑτοίμου λαβόντας τὸν τυφλὸν παραχωρῆσαι τοῖς ἔτι τὰς διανοίας τυφλώττουσιν.
なぜなら、見る力のある富を手元に受け取った人々は、未だ心の盲目な人々に、盲目の富を譲り渡すのが当然だからである。
§14Ἀναξαγόραν καὶ Δημόκριτον Ἕλληνες ᾄδουσιν, ὅτι φιλοσοφίας ἱμέρῳ πληχθέντες μηλοβότους εἴασαν γενέσθαι τὰς οὐσίας·
ギリシア人たちはアナクサゴラスやデモクリトスを讃えている。 彼らは哲学へのあこがれに打たれて、自らの財産を羊の放牧地となるに任せたからである。
ἄγαμαι τοὺς ἄνδρας καὶ αὐτὸς γενομένους χρημάτων κρείττονας.
私自身も、富に打ち勝った者となったこれら先人を称賛する。
ἀλλὰ πόσῳ βελτίονες οἱ μὴ θρέμμασιν ἐμβόσκεσθαι τὰς κτήσεις ἀνέντες, ἀλλὰ τὰς ἀνθρώπων ἐνδείας, συγγενῶν ἢ φίλων, ἐπανορθωσάμενοι καὶ ἐξ ἀπόρων εὐπόρους ἀποφήναντες;
しかし、家畜に領地を食い荒らされるままにせず、親族や友人の人間的な欠乏を補い、彼らを持たざる者から富める者へと変えた人々のほうが、どれほど優れていることか。
ἐκεῖνο μὲν γὰρ ἀπερίσκεπτον — ἵνα μὴ μανιῶδες ἐπ’ ἀνδρῶν, οὓς ἡ Ἑλλὰς ἐθαύμασεν, εἴπω τὸ ἔργον —, τοῦτο δὲ νηφάλιον καὶ μετὰ φρονήσεως ἠκριβωμένον περιττῆς.
なぜなら、前者の行いは無分別であり――ギリシアが称賛した人々の行為に対して、狂気の沙汰とまでは言わないでおくが――、後者の行いは、極めて優れた思慮を備えた、覚醒した理性的なものであるからである。
§15οἱ πολέμιοι τί πλέον δρῶσιν ἢ κείρουσι καὶ δενδροτομοῦσι τὴν τῶν ἀντιπάλων χώραν, ἵνα σπάνει τῶν ἀναγκαίων πιεσθέντες ἐνδῶσι;
敵対する者たちは、相手の土地を刈り取り、樹木を伐採して、必要なものの不足に苦しめて降伏させること以上の何を成すだろうか。
τοῦτο οἱ περὶ Δημόκριτον τοῖς ἀφ’ αἵματος εἰργάσαντο χειροποίητον ἔνδειαν καὶ πενίαν αὐτοῖς κατασκευάσαντες, οὐκ ἐξ ἐπιβουλῆς ἴσως, ἀλλὰ τῷ μὴ προϊδέσθαι καὶ περιαθρῆσαι τὸ τοῖς ἄλλοις συμφέρον.
デモクリトスの徒は、自らの血を分けた者たちに対してこれを行い、彼らに人為的な欠乏と貧困をもたらしたのである。 おそらく悪意からではなく、他者にとっての利益を予見し熟考しなかったことによるのであろうが。
§16πόσῳ δὴ κρείττους οὗτοι καὶ θαυμασιώτεροι, χρησάμενοι μὲν οὐκ ἐλάττοσι ταῖς πρὸς φιλοσοφίαν ὁρμαῖς, μεγαλόνοιαν δὲ ὀλιγωρίας προτιμήσαντες καὶ χαρισάμενοι τὰς οὐσίας, ἀλλὰ μὴ διαφθείραντες, ἵνα καὶ ἑτέρους καὶ ἑαυτοὺς ὠφελήσωσι, τοὺς μὲν ἐν ἀφθόνοις περιουσίαις, ἑαυτοὺς δὲ ἐν τῷ φιλοσοφεῖν;
哲学への衝動においては劣ることなく、無関心よりも心の広さを重んじ、財産を台無しにすることなく贈り与え、他者をも自分自身をも益するようにした彼らは、どれほど優れ、驚嘆に値することか。 前者には豊かな富を、後者には哲学することを可能にしながら。
αἱ γὰρ χρημάτων καὶ κτημάτων ἐπιμέλειαι τοὺς χρόνους ἀναλίσκουσι·
というのも、金銭や財産の管理は時間を消費するからである。
χρόνου δὲ φείδεσθαι καλόν, ἐπειδὴ κατὰ τὸν ἰατρὸν Ἱπποκράτην „ὁ μὲν βίος βραχύς, ἡ δὲ τέχνη μακρή. “
時間を惜しむことは美徳である。 なぜなら、医師ヒッポクラテスが言うように、「人生は短く、術は長い」からである。
§17τοῦτό μοι δοκεῖ καὶ Ὅμηρος αἰνίξασθαι ἐν Ἰλιάδι κατὰ τὴν ἀρχὴν τῆς τρισκαιδεκάτης ῥαψῳδίας διὰ τούτων τῶν ἐπῶν·
このことをホメロスもまた、『イリアス』第十三巻の冒頭において、次の詩行によって暗示したのだと私は思う。
„Μυσῶν τ’ ἀγχεμάχων καὶ ἀγαυῶν Ἱππημολγῶν,
γλακτοφάγων ἀβίων τε, δικαιοτάτων ἀνθρώπων,“
ὡς τῆς μὲν περὶ βίον σπουδῆς καὶ χρηματισμὸν ἀδικίαν γεννώσης διὰ τὸ ἄνισον, δικαιοσύνην δὲ τῆς ἐναντίας προαιρέσεως ἕνεκα ἰσότητος, καθ’ ἣν ὁ τῆς φύσεως πλοῦτος ὥρισται καὶ παρευημερεῖ τὸν ἐν ταῖς κεναῖς δόξαις. ὅταν οὖν ἐκστῶσι τῶν οὐσιῶν,
「接近戦を戦うミュソイ人、ならびに誉れ高きヒッペーモルゴイ、乳を食らい財なき人々、最も正しき人間たち」これは、生活や金儲けへの執着が不平等を通じて不正を生み出すのに対し、それと反対の志向は平等(これによって自然の富が規定され、空虚な評判における富を凌駕する)のゆえに正義を生み出すということを示している。
§18ὑπ’ οὐδενὸς ἔτι δελεαζόμενοι φεύγουσιν ἀμεταστρεπτὶ καταλιπόντες ἀδελφούς, τέκνα, γυναῖκας, γονεῖς, πολυανθρώπους συγγενείας, φιλικὰς ἑταιρείας, τὰς πατρίδας, ἐν αἷς ἐγεννήθησαν καὶ ἐτράφησαν, ἐπειδὴ τὸ σύνηθες ὁλκὸν καὶ δελεάσαι δυνατώτατον.
さて、彼らが財産を放棄するとき、もはや何ものにも惑わされることなく、兄弟、子供、妻、両親、数多くの親族、親しい交わり、あるいは生まれ育った祖国を、振り返ることなく見捨てて逃れる。 習慣というものは人を引きつける力が強く、最も人を惑わしやすいからである。
§19μετοικίζονται δὲ οὐκ εἰς ἑτέραν πόλιν, ὥσπερ οἱ πρᾶσιν αἰτούμενοι παρὰ τῶν κεκτημένων ἀτυχεῖς ἢ κακόδουλοι δεσποτῶν ὑπαλλαγήν, οὐκ ἐλευθερίαν, αὑτοῖς ἐκπορίζοντες — πᾶσα γὰρ πόλις, καὶ ἡ εὐνομωτάτη, γέμει θορύβων καὶ ταραχῶν ἀμυθήτων, ἃς οὐκ ἂν ὑπομείναι τις ἅπαξ ὑπὸ σοφίας ἀχθείς —,
そして彼らは、他国からの買い手を求める不幸な、あるいは悪しき奴隷のように、自らにとって自由ではなく主人の変更をもたらすだけにすぎない別の都市へ移住するのではない。 なぜなら、いかに秩序の保たれた都市であっても、あらゆる都市は言葉に尽くせない騒がしさと混乱に満ちており、一度でも知恵に導かれた者なら誰も耐えられないからである。
§20ἀλλὰ τειχῶν ἔξω ποιοῦνται τὰς διατριβὰς ἐν κήποις ἢ μοναγρίαις ἐρημίαν μεταδιώκοντες, οὐ διά τινα ὠμὴν ἐπιτετηδευμένην μισανθρωπίαν, ἀλλὰ τὰς ἐκ τῶν ἀνομοίων τὸ ἦθος ἐπιμιξίας ἀλυσιτελεῖς καὶ βλαβερὰς εἰδότες.
そうではなく、彼らは城壁の外の庭園や単独の田舎家において時を過ごし、孤独を追い求める。 それは、ある種の冷酷で習慣化された人間嫌いからではなく、自分たちと気質の異なる者たちとの交わりが、無益で有害であることを知っているからである。
§21Πολλαχοῦ μὲν οὖν τῆς οἰκουμένης ἐστὶ τὸ γένος — ἔδει γὰρ ἀγαθοῦ τελείου μετασχεῖν καὶ τὴν Ἑλλάδα καὶ τὴν βάρβαρον —, πλεονάζει δὲ ἐν Αἰγύπτῳ καθ’ ἕκαστον τῶν ἐπικαλουμένων νόμων καὶ μάλιστα περὶ τὴν Ἀλεξάνδρειαν.
このように、この一族は居住世界の至る所に存在している。 なぜなら、ギリシアも野蛮人の地も、完全なる善を分かち合わねばならなかったからである。 しかし、エジプトの各行政区と呼ばれる場所、とりわけアレクサンドリアの周辺に特に多く存在している。