§22οἱ δὲ πανταχόθεν ἄριστοι καθάπερ εἰς πατρίδα [θεραπευτῶν] ἀποικίαν στέλλονται πρός τι χωρίον ἐπιτηδειότατον, ὅπερ ἐστὶν ὑπὲρ λίμνης Μαρείας κείμενον ἐπὶ γεωλόφου χθαμαλωτέρου, σφόδρα εὐκαίρως, ἀσφαλείας τε ἕνεκα καὶ ἀέρος εὐκρασίας.
然而,来自各地的最优秀的人们,仿佛踏上前往祖国的移居之路,前往一处极适宜的地方,该处坐落于马内亚湖上方一座较低的丘陵上,地理位置极佳,既为了安全,也为了气候的温和。
§23τὴν μὲν οὖν ἀσφάλειαν αἱ ἐν κύκλῳ παρέχουσιν ἐπαύλεις τε καὶ κῶμαι, τὴν δὲ περὶ τὸν ἀέρα εὐκρασίαν αἱ ἔκ τε τῆς λίμνης ἀνεστομωμένης εἰς τὴν θάλατταν καὶ τοῦ πελάγους ἐγγὺς ὄντος ἀναδιδόμεναι συνεχεῖς αὖραι, λεπταὶ μὲν αἱ ἐκ τοῦ πελάγους, παχεῖαι δὲ αἱ ἀπὸ τῆς λίμνης, ὧν ἡ μῖξις ὑγιεινοτάτην κατάστασιν ἀπεργάζεται.
其中,安全性由周围的庄园和村落提供,而气候的温和则由通往大海的湖泊以及临近的海面所不断吹来的微风提供;海风轻柔,湖风浓重,两者的混合创造了极有益于健康的状态。
§24αἱ δὲ οἰκίαι τῶν συνεληλυθότων σφόδρα μὲν εὐτελεῖς εἰσι, πρὸς δύο τὰ ἀναγκαιότατα σκέπην παρέχουσαι, πρός τε τὸν ἀφ’ ἡλίου φλογμὸν καὶ τὸν ἀπ’ ἀέρος κρυμόν·
这些集聚者的房屋十分简朴,只为最不可或缺的两件事提供遮蔽:防太阳的热晒和防空气的寒冷。
οὔτε δὲ ἐγγύς, ὥσπερ αἱ ἐν τοῖς ἄστεσιν, — ὀχληρὸν γὰρ καὶ δυσάρεστον τοῖς ἐρημίαν ἐζηλωκόσι καὶ μεταδιώκουσιν αἱ γειτνιάσεις — οὔτε πόρρω, δι’ ἣν ἀσπάζονται κοινωνίαν καὶ ἵνα, εἰ λῃστῶν γένοιτο ἔφοδος, ἀλλήλοις ἐπιβοηθῶσιν.
它们既不像城市中的房屋那样紧挨在一起——因为对于向往并追求孤独的人来说,邻里接触是繁琐且令人不快的——也不相距太远,以便于他们所珍视的共同交往,并防备在盗贼袭击时能够互相救援。
§25ἐν ἑκάστῃ δέ ἐστιν οἴκημα ἱερόν, ὃ καλεῖται σεμνεῖον καὶ μοναστήριον, ἐν ᾧ μονούμενοι τὰ τοῦ σεμνοῦ βίου μυστήρια τελοῦνται, μηδὲν εἰσκομίζοντες, μὴ ποτόν, μὴ σιτίον, μηδέ τι τῶν ἄλλων ὅσα πρὸς τὰς τοῦ σώματος χρείας ἀναγκαῖα, ἀλλὰ νόμους καὶ λόγια θεσπισθέντα διὰ προφητῶν καὶ ὕμνους καὶ τὰ ἄλλα οἷς ἐπιστήμη καὶ εὐσέβεια συναύξονται καὶ τελειοῦνται.
在每所房屋中都有一个神圣的小室,被称为“圣所”或“独修室”,他们在此独处,举行庄严生活的奥秘,不带入任何东西,无论是饮料、食物,还是其他任何维持肉体需要所必需的东西,而只带入律法、通过预言者传达的神谕、赞美诗,以及其他能使知识与敬虔共同增长并臻于完美的东西。
§26ἀεὶ μὲν οὖν ἄληστον ἔχουσι τὴν τοῦ θεοῦ μνήμην, ὡς καὶ δι’ ὀνειράτων μηδὲν ἕτερον ἢ τὰ κάλλη τῶν θείων ἀρετῶν καὶ δυνάμεων φαντασιοῦσθαι· πολλοὶ γοῦν καὶ ἐκλαλοῦσιν ἐν ὕπνοις ὀνειροπολούμενοι τὰ τῆς ἱερᾶς φιλοσοφίας ἀοίδιμα δόγματα.
因此,他们始终保持着对神难以忘怀的记忆,以至于即使在梦中,他们也只描绘神圣德行与力量的美好;实际上,许多人甚至在梦呓中,也会吐露出神圣哲学的著名教义。
§27δὶς δὲ καθ’ ἑκάστην ἡμέραν εἰώθασιν εὔχεσθαι, περὶ τὴν ἕω καὶ περὶ τὴν ἑσπέραν, ἡλίου μὲν ἀνίσχοντος εὐημερίαν αἰτούμενοι τὴν ὄντως εὐημερίαν, φωτὸς οὐρανίου τὴν διάνοιαν αὐτῶν ἀναπλησθῆναι, δυομένου δὲ ὑπὲρ τοῦ τὴν ψυχὴν τοῦ τῶν αἰσθήσεων καὶ αἰσθητῶν ὄχλου παντελῶς ἐπικουφισθεῖσαν, ἐν τῷ ἑαυτῆς συνεδρίῳ καὶ βουλευτηρίῳ γενομένην, ἀλήθειαν ἰχνηλατεῖν.
他们习惯于每天祈祷两次,在清晨和傍晚:太阳升起时,他们祈求真正的福祉,使他们的心智充满天上的光芒;太阳落下时,则祈求灵魂能够完全从感官和感觉对象的喧嚣中解脱出来,进入自身的议事厅和评议会,去追寻真理。
§28τὸ δὲ ἐξ ἑωθινοῦ μέχρις ἑσπέρας διάστημα σύμπαν αὐτοῖς ἐστιν ἄσκησις· ἐντυγχάνοντες γὰρ τοῖς ἱεροῖς γράμμασι φιλοσοφοῦσι τὴν πάτριον φιλοσοφίαν ἀλληγοροῦντες, ἐπειδὴ σύμβολα τὰ τῆς ῥητῆς ἑρμηνείας νομίζουσιν ἀποκεκρυμμένης φύσεως ἐν ὑπονοίαις δηλουμένης.
从清晨到傍晚的全部时间对他们来说都是一种修行;因为他们阅读圣书,通过寓意解说来研究祖传的哲学,因为他们认为字面解释的言辞是隐藏在寓意中被显明出来的隐藏本性的象征。
§29ἔστι δὲ αὐτοῖς καὶ συγγράμματα παλαιῶν ἀνδρῶν, οἳ τῆς αἱρέσεως ἀρχηγέται γενόμενοι πολλὰ μνημεῖα τῆς ἐν τοῖς ἀλληγορουμένοις ἰδέας ἀπέλιπον, οἷς καθάπερ τισὶν ἀρχετύποις χρώμενοι μιμοῦνται τῆς προαιρέσεως τὸν τρόπον·
他们还有古人的著作,这些古人作为宗派的开创者,留下了许多关于寓意解释方法的纪念性文献。 他们将这些著作作为某种原型加以利用,并模仿其志向的模式。
ὥστε οὐ θεωροῦσι μόνον, ἀλλὰ καὶ ποιοῦσιν ᾄσματα καὶ ὕμνους εἰς τὸν θεὸν διὰ παντοίων μέτρων καὶ μελῶν, ἃ ῥυθμοῖς σεμνοτέροις ἀναγκαίως χαράττουσι.
因此,他们不仅进行观照,还会用各种音步和旋律创作赞美神的歌谣和赞美诗,并必然用严穆的节奏对其加以规范。
§30τὰς μὲν οὖν ἓξ ἡμέρας χωρὶς ἕκαστοι μονούμενοι παρ’ ἑαυτοῖς ἐν τοῖς λεχθεῖσι μοναστηρίοις φιλοσοφοῦσι, τὴν αὔλειον οὐχ ὑπερβαίνοντες, ἀλλ’ οὐδὲ ἐξ ἀπόπτου θεωροῦντες· ταῖς δὲ ἑβδόμαις συνέρχονται καθάπερ εἰς κοινὸν σύλλογον καὶ καθ’ ἡλικίαν ἑξῆς καθέζονται μετὰ τοῦ πρέποντος σχήματος, εἴσω τὰς χεῖρας ἔχοντες, τὴν μὲν δεξιὰν μεταξὺ στέρνου καὶ γενείου, τὴν δὲ εὐώνυμον ὑπεσταλμένην παρὰ τῇ λαγόνι.
因此,在六天中,每个人都在上述的独修室中独自修行,不跨出院门,甚至不向外远眺;但在第七天,他们聚集在一起,如同进行共同的集会,并按照年龄顺序以适当的姿态坐下,将手收在衣服里,右手放在胸口和下巴之间,左手则垂在胁下。
§31παρελθὼν δὲ ὁ πρεσβύτατος καὶ τῶν δογμάτων ἐμπειρότατος διαλέγεται, καθεστῶτι μὲν τῷ βλέμματι, καθεστώσῃ δὲ τῇ φωνῇ, μετὰ λογισμοῦ καὶ φρονήσεως, οὐ δεινότητα λόγων ὥσπερ οἱ ῥήτορες ἢ οἱ νῦν σοφισταὶ παρεπιδεικνύμενος, ἀλλὰ τὴν ἐν τοῖς νοήμασι διηρευνηκὼς καὶ διερμηνεύων ἀκρίβειαν, ἥτις οὐκ ἄκροις ὠσὶν ἐφιζάνει, ἀλλὰ δι’ ἀκοῆς ἐπὶ ψυχὴν ἔρχεται καὶ βεβαίως ἐπιμένει.
随后,最年长且对教义最精通的人上前宣讲,他神色安详,声音沉稳,充满理智与智慧,并不像辩论家或如今的诡辩家那样炫耀辞令的巧妙,而是深入探究并阐释思想中的严密性,这种严密性不仅停留在耳尖上,而是通过听觉进入灵魂并牢牢留存。
καθ’ ἡσυχίαν δὲ οἱ ἄλλοι πάντες ἀκροῶνται, τὸν ἔπαινον νεύμασιν ὄψεως ἢ κεφαλῆς παραδηλοῦντες αὐτὸ μόνον.
其他所有人则静静聆听,仅通过眼神或头部的动作来表示赞同。