§1Ἐσσαίων πέρι διαλεχθείς, οἳ τὸν πρακτικὸν ἐζήλωσαν καὶ διεπόνησαν βίον ἐν ἅπασιν ἢ — τὸ γοῦν φορητότερον εἰπεῖν — τοῖς πλείστοις μέρεσι διενεγκόντες, αὐτίκα καὶ περὶ τῶν θεωρίαν ἀσπασαμένων ἀκολουθίᾳ τῆς πραγματείας ἑπόμενος τὰ προσήκοντα λέξω, μηδὲν οἴκοθεν ἕνεκα τοῦ βελτιῶσαι προστιθείς, ὃ δρᾶν ἔθος ἐν σπάνει καλῶν ἐπιτηδευμάτων ἅπασι τοῖς ποιηταῖς καὶ λογογράφοις, ἀλλ’ ἀτεχνῶς αὐτῆς περιεχόμενος τῆς ἀληθείας, πρὸς ἣν οἶδ’ ὅτι καὶ ὁ δεινότατος εἰπεῖν ἀπαγορεύσει.
実践的な生活を熱心に求め、あらゆる点において、あるいは――少なくともより穏当に言うならば――大半の点において他者より優れることで、それを全うしたエッセネ派について論じたので、私は直ちに、論述の自然な順序に従って、観照(テオーリア)を信奉した人々についても相応しいことを語ることにしよう。 美しき行いの不足している時に、すべての詩人や歴史家・散文作家たちが常々行うように、飾るために自らの側から付け足すようなことは何もせず、ただひたすらに真実そのものにしがみつくのである。 その真実に対しては、語るに最も巧みな者であっても途方に暮れてしまうことを私は知っている。
διαθλητέον δὲ ὅμως καὶ διαγωνιστέον·
しかしながら、それでもなお、戦い抜き、競い合わねばならない。
οὐ γὰρ δεῖ τὸ μέγεθος τῆς τῶν ἀνδρῶν ἀρετῆς αἴτιον ἀφωνίας γενέσθαι τοῖς μηδὲν καλὸν ἡσυχάζεσθαι δικαιοῦσιν.
なぜなら、これら人々の美徳の偉大さが、善きことを何一つ沈黙の中に埋もれさせまいと考える人々にとって、沈黙の原因となってはならないからである。
§2ἡ δὲ προαίρεσις τῶν φιλοσόφων εὐθὺς ἐμφαίνεται διὰ τῆς προσρήσεως·
この哲学者たちの志は、その呼び名によって直ちに明らかになる。
θεραπευταὶ γὰρ καὶ θεραπευτρίδες ἐτύμως καλοῦνται, ἤτοι παρόσον ἰατρικὴν ἐπαγγέλλονται κρείσσονα τῆς κατὰ πόλεις — ἡ μὲν γὰρ σώματα θεραπεύει μόνον, ἐκείνη δὲ καὶ ψυχὰς νόσοις κεκρατημένας χαλεπαῖς τε καὶ δυσιάτοις, ἃς ἐγκατέσκηψαν ἡδοναὶ καὶ ἐπιθυμίαι καὶ λῦπαι καὶ φόβοι πλεονεξίαι τε καὶ ἀφροσύναι καὶ ἀδικίαι καὶ τὸ τῶν ἄλλων παθῶν καὶ κακιῶν ἀνήνυτον πλῆθος — ἢ παρόσον ἐκ φύσεως καὶ τῶν ἱερῶν νόμων ἐπαιδεύθησαν θεραπεύειν τὸ ὄν, ὃ καὶ ἀγαθοῦ κρεῖττόν ἐστι καὶ ἑνὸς εἰλικρινέστερον καὶ μονάδος ἀρχεγονώτερον.
すなわち、彼らは「セラペウタイ(治療者/奉仕者)」および「セラペウトリデス」と正確に名付けられている。 それは、都市に見られるものよりも優れた医術を彼らが自称しているからであり――というのも、都市の医術は身体のみを治療するが、彼らの医術は、快楽、欲望、苦痛、恐怖、貪欲、愚痴、不正、その他無数の情念や悪徳がもたらした、制御しがたく治療困難な重い病に侵された魂をも治療するからである。 あるいは、彼らが自然と神聖な法によって、「存在する者」を礼拝するように教え込まれたからである。 この「存在する者」は、善よりも優れ、一よりも純粋であり、モナドよりも始原的である。
οἷς τίνας συγκρίνειν ἄξιον τῶν ἐπαγγελλομένων εὐσέβειαν;
敬虔さを自称する人々のうち、誰を彼らと比較することができようか。
§3ἆρά γε τοὺς τὰ στοιχεῖα τιμῶντας, γῆν, ὕδωρ, ἀέρα, πῦρ;
はたして、地、水、空気、火という元素を崇める者たちであろうか。
οἷς καὶ ἐπωνυμίας ἔθεντο ἑτέρας ἕτεροι, τὸ μὲν πῦρ Ἥφαιστον παρὰ τὴν ἔξαψιν, οἶμαι, καλοῦντες, Ἥραν δὲ τὸν ἀέρα παρὰ τὸ αἴρεσθαι καὶ μετεωρίζεσθαι πρὸς ὕψος, τὸ δὲ ὕδωρ Ποσειδῶνα τάχα που διὰ τὸ ποτόν, τὴν δὲ γῆν Δήμητραν, παρόσον μήτηρ εἶναι δοκεῖ πάντων φυτῶν τε καὶ ζῴων.
これらに対し、人々はそれぞれ異なる名前を付与した。 すなわち、火は燃え上がることに因んで、おそらくヘーパイストスと呼び、空気は高みへと持ち上げられ、上昇することに因んでヘーラーと呼び、水は飲むことができるものであるからおそらくポセイドーンと呼び、地はすべての植物や動物の母であると思われるからデーメーテールと呼んだのである。
§4ἀλλὰ τὰ μὲν ὀνόματα σοφιστῶν ἐστιν εὑρήματα, τὰ δὲ στοιχεῖα ἄψυχος ὕλη καὶ ἐξ ἑαυτῆς ἀκίνητος, ὑποβεβλημένη τῷ τεχνίτῃ πρὸς ἁπάσας σχημάτων καὶ ποιοτήτων ἰδέας.
しかし、それらの名前はソフィストたちの発明品であり、元素は魂を持たず、それ自体では動かない物質であり、制作者があらゆる形態や性質の形相を与えるための素材として服従させられているものにすぎない。
§5ἀλλὰ τοὺς τὰ ἀποτελέσματα, ἥλιον, σελήνην ἢ τοὺς ἄλλους ἀστέρας πλάνητας ἢ ἀπλανεῖς ἢ τὸν σύμπαντα οὐρανόν τε καὶ κόσμον;
あるいは、元素の被造物、すなわち太陽や月、あるいは他の惑星や恒星、あるいは天と宇宙の全体を崇める者たちであろうか。
ἀλλὰ καὶ ταῦτα οὐκ ἐξ ἑαυτῶν γέγονεν, ἀλλ’ ὑπό τινος δημιουργοῦ τελειοτάτου τὴν ἐπιστήμην.
しかし、これらもまた自己から生じたのではなく、その知恵において最も完全なる創造主によって造られたのである。
ἀλλὰ τοὺς ἡμιθέους;
あるいは、半神たちを崇める者たちであろうか。
§6ἦ τοῦτό γε καὶ χλεύης ἄξιον·
これこそは実に嘲笑に値する。
πῶς γὰρ ἂν ὁ αὐτὸς ἀθάνατός τε καὶ θνητὸς εἴη;
いかにして同一の者が不死であると同時に死すべき存在であり得ようか。
δίχα τοῦ καὶ τὴν ἀρχὴν τῆς τούτων γενέσεως ἐπίληπτον εἶναι, μειρακιώδους ἀκρασίας ἀνάπλεων, ἣν τολμῶσιν οὐκ εὐαγῶς προσάπτειν ταῖς μακαρίαις καὶ θείαις δυνάμεσιν, εἰ γυναιξὶ θνηταῖς ἐπιμανέντες ὡμίλησαν οἱ παντὸς πάθους ἀμέτοχοι καὶ τρισευδαίμονες.
彼らの誕生の起源そのものが非難されるべきものであり、若気に満ちた無節制に満ちていることは言うまでもない。 あらゆる情念から免れ、この上なく幸福な神々が、死すべき人間の女性たちに狂おしい恋をして交わったなどということを、人々は不敬にも福音たる神聖な諸力に帰そうと企てているのである。
§7ἀλλὰ τοὺς τὰ ξόανα καὶ ἀγάλματα;
あるいは、木像や彫像を崇める者たちであろうか。
ὧν αἱ οὐσίαι λίθοι καὶ ξύλα, τὰ μέχρι πρὸ μικροῦ τελείως ἄμορφα, λιθοτόμων καὶ δρυοτόμων τῆς συμφυΐας αὐτὰ διακοψάντων, ὧν τὰ ἀδελφὰ μέρη καὶ συγγενῆ λουτροφόροι γεγόνασι καὶ ποδόνιπτρα καὶ ἄλλα ἄττα τῶν ἀτιμοτέρων, ἃ πρὸς τὰς ἐν σκότῳ χρείας ὑπηρετεῖ μᾶλλον ἢ τὰς ἐν φωτί.
それらの本質は石や木であり、石切り職人や木こりたちがそれらを本来の一体性から切り離す少し前までは、完全に形をなしていなかったものである。 そして、それらの兄弟であり同類である部分は、湯桶や足洗い盆、あるいはその他の卑しい道具となっており、光の下よりも暗闇での用に供されている。
§8τῶν μὲν γὰρ παρ’ Αἰγυπτίοις οὐδὲ μεμνῆσθαι καλόν, οἳ ζῷα ἄλογα καὶ οὐχ ἥμερα μόνον ἀλλὰ καὶ θηρίων τὰ ἀγριώτατα παραγηόχασιν εἰς θεῶν τιμὰς ἐξ ἑκάστου τῶν κάτω σελήνης, χερσαίων μὲν λέοντα, ἐνύδρων δὲ τὸν ἐγχώριον κροκόδειλον, ἀεροπόρων δὲ ἴκτινον καὶ τὴν Αἰγυπτίαν ἶβιν.
エジプト人たちの崇拝するものにいたっては、言及することさえはばかられる。 彼らは、理性のない動物、それも温厚なものだけでなく、月以下の領域のあらゆる種類から最も狂暴な野獣までも神々の名誉へと持ち出した。 陸生のものではライオン、水生のものでは地元のワニ、飛行するものではトビやエジプトのトキを。
§9καὶ ταῦτα ὁρῶντες γεννώμενα καὶ τροφῆς χρείαν ἔχοντα καὶ περὶ ἐδωδὴν ἄπληστα καὶ μεστὰ περιττωμάτων ἰοβόλα τε καὶ ἀνθρωποβόρα καὶ νόσοις ἁλωτὰ παντοίαις καὶ οὐ μόνον θανάτῳ τῷ κατὰ φύσιν ἀλλὰ καὶ βιαίῳ πολλάκις διαφθειρόμενα προσκυνοῦσιν, οἱ ἥμεροι τὰ ἀνήμερα καὶ ἀτίθασα καὶ οἱ λογικοὶ τὰ ἄλογα καὶ οἱ συγγένειαν ἔχοντες πρὸς τὸ θεῖον τὰ μηδ’ ἂν Θερσίτῃσι συγκριθέντα, οἱ ἄρχοντες καὶ δεσπόται τὰ ὑπήκοα φύσει καὶ δοῦλα.
そして、これらが生まれ、食物を必要とし、食欲に際限がなく、排泄物に満ち、毒を持ち、人を食らい、ありとあらゆる病にかかりやすく、自然な死だけでなくしばしば非業の死によって滅びるのを目にしておきながらも、彼らはこれらを拝むのである。 温厚な人間が獰猛で手に負えない獣を、理性を備えた者が理性のない獣を、神的なものと血縁関係にある者が、テルシーテースとさえ比較され得ないような卑しいものを、支配者であり主人である者が、生まれながらにして従属し服従すべきものを。