Humanitext Reader

斐洛·尤迪厄斯 · 论沉思的生活 §10-21

舍弃财产与隐退世外

第 2 段,共 9 段 · 希腊语

内容简介

斐洛排斥了处于精神盲目中的人们,并描绘了观照“存在者”的塞拉佩乌特人超凡脱俗的生活方式。他叙述了他们如何将财产在生前让渡给亲友,并远离世俗的城市,在城墙外的安静自然环境中过着隐修生活。

§10Ἀλλ’ οὗτοι μέν, ἐπειδήπερ οὐ τοὺς ὁμοφύλους μόνον ἀλλὰ καὶ τοὺς πλησιάζοντας ἀναπιμπλᾶσι φλυαρίας, ἀθεράπευτοι διατελείτωσαν ὄψιν, τὴν ἀναγκαιοτάτην τῶν αἰσθήσεων, πεπηρωμένοι· λέγω δὲ οὐ τὴν σώματος, ἀλλὰ τὴν ψυχῆς, ᾗ τὸ ἀληθὲς καὶ τὸ ψεῦδος μόνῃ γνωρίζεται.
然而这些人们,既然不仅让同胞、也让邻人染上了愚蠢,就让他们继续处于无法治愈的状态吧,因为他们被剥夺了视觉——这是最不可或缺的感觉;我指的不是身体的视觉,而是灵魂的视觉,唯有通过它,真理与虚假才能被识别。
§11τὸ δὲ θεραπευτικὸν γένος βλέπειν ἀεὶ προδιδασκόμενον τῆς τοῦ ὄντος θέας ἐφιέσθω καὶ τὸν αἰσθητὸν ἥλιον ὑπερβαινέτω καὶ μηδέποτε τὴν τάξιν ταύτην λειπέτω πρὸς τελείαν ἄγουσαν εὐδαιμονίαν.
而治疗一族,由于一直接受着去注视的预先教育,让他们向往对“存在者”的观照,超越感觉中的太阳,且绝不离开这一导向完美幸福的行列。
§12οἱ δὲ ἐπὶ θεραπείαν ἰόντες οὔτε ἐξ ἔθους οὔτε ἐκ παραινέσεως ἢ παρακλήσεώς τινων, ἀλλ’ ὑπ’ ἔρωτος ἁρπασθέντες οὐρανίου, καθάπερ οἱ βακχευόμενοι καὶ κορυβαντιῶντες ἐνθουσιάζουσι, μέχρις ἂν τὸ ποθούμενον ἴδωσιν.
那些走向这种治疗的人,既不是出于习惯,也不是由于任何人的劝告或恳求,而是被天上的爱欲所夺,如同巴克科斯信徒和科里巴斯信徒一般狂热,直到他们看见所渴望的对象。
§13εἶτα διὰ τὸν τῆς ἀθανάτου καὶ μακαρίας ζωῆς ἵμερον τετελευτηκέναι νομίζοντες ἤδη τὸν θνητὸν βίον ἀπολείπουσι τὰς οὐσίας υἱοῖς ἢ θυγατράσιν εἴτε καὶ ἄλλοις συγγενέσιν, ἑκουσίῳ γνώμῃ προκληρονομούμενοι, οἷς δὲ μὴ συγγενεῖς εἰσιν, ἑταίροις καὶ φίλοις·
随后,由于对不死且福乐之生的渴望,他们认为凡俗的生活已经结束,便将财产留给儿子或女儿,或者其他亲属,以自愿的意志让他们提前继承财产;对于没有亲属的人,则留给伙伴和朋友。
ἔδει γὰρ τοὺς τὸν βλέποντα πλοῦτον ἐξ ἑτοίμου λαβόντας τὸν τυφλὸν παραχωρῆσαι τοῖς ἔτι τὰς διανοίας τυφλώττουσιν.
因为,那些已经现成地获得了“看得见的财富”的人,理应将这“盲目的财富”让给那些心思仍然盲目的人。
§14Ἀναξαγόραν καὶ Δημόκριτον Ἕλληνες ᾄδουσιν, ὅτι φιλοσοφίας ἱμέρῳ πληχθέντες μηλοβότους εἴασαν γενέσθαι τὰς οὐσίας·
希腊人赞颂阿那克萨哥拉和德谟克利特,因为他们被哲学的渴望所击中,任由自己的财产变成放牧羊群的草场。
ἄγαμαι τοὺς ἄνδρας καὶ αὐτὸς γενομένους χρημάτων κρείττονας.
我自己也赞赏这些战胜了金钱的先贤。
ἀλλὰ πόσῳ βελτίονες οἱ μὴ θρέμμασιν ἐμβόσκεσθαι τὰς κτήσεις ἀνέντες, ἀλλὰ τὰς ἀνθρώπων ἐνδείας, συγγενῶν ἢ φίλων, ἐπανορθωσάμενοι καὶ ἐξ ἀπόρων εὐπόρους ἀποφήναντες;
然而,那些没有放任产业被牲畜啃食,而是救济了亲友等人类的匮乏,使他们从贫困变为富足的人,要高明多少啊!
ἐκεῖνο μὲν γὰρ ἀπερίσκεπτον — ἵνα μὴ μανιῶδες ἐπ’ ἀνδρῶν, οὓς ἡ Ἑλλὰς ἐθαύμασεν, εἴπω τὸ ἔργον —, τοῦτο δὲ νηφάλιον καὶ μετὰ φρονήσεως ἠκριβωμένον περιττῆς.
因为前者是轻率的——为了不对希腊所仰慕的伟人们的行径冠以“疯狂”之名——而后者则是清醒的,并伴随着非凡的、精确的智慧。
§15οἱ πολέμιοι τί πλέον δρῶσιν ἢ κείρουσι καὶ δενδροτομοῦσι τὴν τῶν ἀντιπάλων χώραν, ἵνα σπάνει τῶν ἀναγκαίων πιεσθέντες ἐνδῶσι;
敌人们除了收割和砍伐对手土地上的树木,以便用缺乏生活必需品来逼迫他们屈服之外,还能多做什么呢?
τοῦτο οἱ περὶ Δημόκριτον τοῖς ἀφ’ αἵματος εἰργάσαντο χειροποίητον ἔνδειαν καὶ πενίαν αὐτοῖς κατασκευάσαντες, οὐκ ἐξ ἐπιβουλῆς ἴσως, ἀλλὰ τῷ μὴ προϊδέσθαι καὶ περιαθρῆσαι τὸ τοῖς ἄλλοις συμφέρον.
德谟克利特一伙对自己的血亲所做的就是这样,为他们制造了人为的匮乏与贫困,这或许并非出于恶意,而是因为没有预见和周密考虑对他人有利的事情。
§16πόσῳ δὴ κρείττους οὗτοι καὶ θαυμασιώτεροι, χρησάμενοι μὲν οὐκ ἐλάττοσι ταῖς πρὸς φιλοσοφίαν ὁρμαῖς, μεγαλόνοιαν δὲ ὀλιγωρίας προτιμήσαντες καὶ χαρισάμενοι τὰς οὐσίας, ἀλλὰ μὴ διαφθείραντες, ἵνα καὶ ἑτέρους καὶ ἑαυτοὺς ὠφελήσωσι, τοὺς μὲν ἐν ἀφθόνοις περιουσίαις, ἑαυτοὺς δὲ ἐν τῷ φιλοσοφεῖν;
同样怀着对哲学的热忱,却将宽大慷慨置于疏忽之上,赠予财产而非将其毁灭,从而既造福他人又造福自己的人,是多么优秀和令人惊叹啊! 使前者处于丰厚资产中,而自己处于哲学探究之中。
αἱ γὰρ χρημάτων καὶ κτημάτων ἐπιμέλειαι τοὺς χρόνους ἀναλίσκουσι· χρόνου δὲ φείδεσθαι καλόν, ἐπειδὴ κατὰ τὸν ἰατρὸν Ἱπποκράτην „ὁ μὲν βίος βραχύς, ἡ δὲ τέχνη μακρή.
因为管理金钱和财产会耗费时间;而珍惜时间是美好的,正如医生希波克拉底所说:“生命短暂,而艺术长久。
§17τοῦτό μοι δοκεῖ καὶ Ὅμηρος αἰνίξασθαι ἐν Ἰλιάδι κατὰ τὴν ἀρχὴν τῆς τρισκαιδεκάτης ῥαψῳδίας διὰ τούτων τῶν ἐπῶν· „Μυσῶν τ’ ἀγχεμάχων καὶ ἀγαυῶν Ἱππημολγῶν, γλακτοφάγων ἀβίων τε, δικαιοτάτων ἀνθρώπων,“ ὡς τῆς μὲν περὶ βίον σπουδῆς καὶ χρηματισμὸν ἀδικίαν γεννώσης διὰ τὸ ἄνισον, δικαιοσύνην δὲ τῆς ἐναντίας προαιρέσεως ἕνεκα ἰσότητος, καθ’ ἣν ὁ τῆς φύσεως πλοῦτος ὥρισται καὶ παρευημερεῖ τὸν ἐν ταῖς κεναῖς δόξαις.
” 这一点,我想荷马在《伊利亚特》第十三卷的开头,也通过这些诗句作了隐喻: “以及近战的米西亚人,和高贵的希佩莫尔戈伊人,以乳为食且无恒产的人们,最公正的人类,” 这表明,对生活和赚钱的追求由于不平等而滋生不义,而相反的志向则因为平等(自然之富以此被规定,并胜过虚名中的财富)而产生正义。
ὅταν οὖν ἐκστῶσι τῶν οὐσιῶν, §18ὑπ’ οὐδενὸς ἔτι δελεαζόμενοι φεύγουσιν ἀμεταστρεπτὶ καταλιπόντες ἀδελφούς, τέκνα, γυναῖκας, γονεῖς, πολυανθρώπους συγγενείας, φιλικὰς ἑταιρείας, τὰς πατρίδας, ἐν αἷς ἐγεννήθησαν καὶ ἐτράφησαν, ἐπειδὴ τὸ σύνηθες ὁλκὸν καὶ δελεάσαι δυνατώτατον.
因此,当他们放弃财产时,不再被任何事物所诱惑,头也不回地逃离,抛弃兄弟、孩子、妻子、父母、众多的亲属、友好的交往,以及他们出生和成长于其中的祖国,因为习惯具有强大的吸引力,也最容易诱惑人。
§19μετοικίζονται δὲ οὐκ εἰς ἑτέραν πόλιν, ὥσπερ οἱ πρᾶσιν αἰτούμενοι παρὰ τῶν κεκτημένων ἀτυχεῖς ἢ κακόδουλοι δεσποτῶν ὑπαλλαγήν, οὐκ ἐλευθερίαν, αὑτοῖς ἐκπορίζοντες — πᾶσα γὰρ πόλις, καὶ ἡ εὐνομωτάτη, γέμει θορύβων καὶ ταραχῶν ἀμυθήτων, ἃς οὐκ ἂν ὑπομείναι τις ἅπαξ ὑπὸ σοφίας ἀχθείς —, §20ἀλλὰ τειχῶν ἔξω ποιοῦνται τὰς διατριβὰς ἐν κήποις ἢ μοναγρίαις ἐρημίαν μεταδιώκοντες, οὐ διά τινα ὠμὴν ἐπιτετηδευμένην μισανθρωπίαν, ἀλλὰ τὰς ἐκ τῶν ἀνομοίων τὸ ἦθος ἐπιμιξίας ἀλυσιτελεῖς καὶ βλαβερὰς εἰδότες.
他们迁徙,并不是到另一个城市,像那些向主人请求卖身的不幸或恶劣的奴隶一样,为自己谋得主人的更换而非自由——因为每一个城市,即使是法治最完备的城市,也充满了无法言喻的喧嚣和动荡,这是任何一旦被智慧引导的人都无法忍受的—— 而是将居所安置在城墙之外的园林或荒野之中,追求寂静,这并非出于某种刻意培养的残忍的嫌恶人类,而是因为他们深知与性格不同的人交往是无益且有害的。
§21Πολλαχοῦ μὲν οὖν τῆς οἰκουμένης ἐστὶ τὸ γένος — ἔδει γὰρ ἀγαθοῦ τελείου μετασχεῖν καὶ τὴν Ἑλλάδα καὶ τὴν βάρβαρον —, πλεονάζει δὲ ἐν Αἰγύπτῳ καθ’ ἕκαστον τῶν ἐπικαλουμένων νόμων καὶ μάλιστα περὶ τὴν Ἀλεξάνδρειαν.
因此,这一族群存在于居住世界的许多地方——因为希腊和野蛮人的土地都理应分享完美的善——但它们在埃及的各个所谓行省中数量尤多,特别是在亚历山大里亚的周边。

词汇与语法注释

  1. 10ὄψιν ... πεπηρωμένοι — 关系宾格(或称尊重宾格)的用法。宾格名词 `ὄψιν`(视觉)与被动分词 `πεπηρωμένοι`(被剥夺)相结合,用以明确指出受损的具体部位或功能。
  2. 13προκληρονομούμενοι — 动词 `προκληρονομέω`(生前赠予继承、预先分配财产)的现在中被动分词。形式上虽为中被动式,但在上下文中指他们出于自愿的意志(`ἑκουσίῳ γνώμῃ`)主动让继承人提前继承财产的使役性行为。
  3. 14ἵνα μὴ μανιῶδες ... εἴπω — 由接续词 `ἵνα` 配合虚拟语气构成的独立插入句(绝对目的从句)。字面意思是“为了我不称其为疯狂”,在修辞上起到“姑且不称其为疯狂”或“避而不用疯狂一词”的委婉或反讽作用。
  4. 17ἀβίων — 斐洛对荷马史诗中形容词 `ἀβίων` 的特定解读。尽管在古典释义中该词有多种解释(如“无弓的”),但斐洛在此将其视为否定前缀与表示财产、生计的 `βίος` 的合成词(即“无恒产者”),并以此作为论据,说明这种无财产的状态正是他们成为“最公正的”(`δικαιοτάτων`)人的根源。

引用这一段

斐洛·尤迪厄斯, 论沉思的生活 §10-21. Humanitext Reader, https://reader.humanitext.ai/zh/text/urn:cts:greekLit:tlg0018.tlg028.humanitext-grc1:10-21

请注明译文为AI草稿以及访问日期。

译文、注释与简介为AI生成的草稿,并根据读者反馈持续修订。