Humanitext Reader

斐洛·尤迪厄斯 · 论沉思的生活 §1-9

塞拉佩乌泰之名与对错误信仰的批判

第 1 段,共 9 段 · 希腊语

内容简介

作者宣布从探讨实践生活的艾赛尼派转向探讨观照生活的“塞拉佩乌泰”群体,并解释了他们名称的双重字面含义(灵魂的治疗与对神的侍奉)。随后,他强烈批判了其他各种错误的信仰形式,包括元素崇拜、天体崇拜、半神崇拜、偶像崇拜以及埃及的动物崇拜。

§1Ἐσσαίων πέρι διαλεχθείς, οἳ τὸν πρακτικὸν ἐζήλωσαν καὶ διεπόνησαν βίον ἐν ἅπασιν ἢ — τὸ γοῦν φορητότερον εἰπεῖν — τοῖς πλείστοις μέρεσι διενεγκόντες, αὐτίκα καὶ περὶ τῶν θεωρίαν ἀσπασαμένων ἀκολουθίᾳ τῆς πραγματείας ἑπόμενος τὰ προσήκοντα λέξω, μηδὲν οἴκοθεν ἕνεκα τοῦ βελτιῶσαι προστιθείς, ὃ δρᾶν ἔθος ἐν σπάνει καλῶν ἐπιτηδευμάτων ἅπασι τοῖς ποιηταῖς καὶ λογογράφοις, ἀλλ’ ἀτεχνῶς αὐτῆς περιεχόμενος τῆς ἀληθείας, πρὸς ἣν οἶδ’ ὅτι καὶ ὁ δεινότατος εἰπεῖν ἀπαγορεύσει.
在探讨了热心追求并勤勉实践了行动生活的艾赛尼派之后——他们在一切方面,或者——至少说得温和些——在大多数方面都出类拔萃——我将立即根据论述的自然顺序,谈谈那些信奉观照生活的人们,并说些相宜的话。 当缺乏高尚的行为时,所有的诗人和历史散文作家都习惯于为了美化而凭空添加内容,但我绝不如此,而要完全固守真理本身,我知道,即使是最能言善辩的人在真理面前也会无能为力。
διαθλητέον δὲ ὅμως καὶ διαγωνιστέον· οὐ γὰρ δεῖ τὸ μέγεθος τῆς τῶν ἀνδρῶν ἀρετῆς αἴτιον ἀφωνίας γενέσθαι τοῖς μηδὲν καλὸν ἡσυχάζεσθαι δικαιοῦσιν.
然而,仍然必须努力奋斗和竞争;因为这些人的美德之伟大,决不能成为那些认为不应让任何美好事物归于沉寂之人的无言借口。
§2ἡ δὲ προαίρεσις τῶν φιλοσόφων εὐθὺς ἐμφαίνεται διὰ τῆς προσρήσεως· θεραπευταὶ γὰρ καὶ θεραπευτρίδες ἐτύμως καλοῦνται, ἤτοι παρόσον ἰατρικὴν ἐπαγγέλλονται κρείσσονα τῆς κατὰ πόλεις — ἡ μὲν γὰρ σώματα θεραπεύει μόνον, ἐκείνη δὲ καὶ ψυχὰς νόσοις κεκρατημένας χαλεπαῖς τε καὶ δυσιάτοις, ἃς ἐγκατέσκηψαν ἡδοναὶ καὶ ἐπιθυμίαι καὶ λῦπαι καὶ φόβοι πλεονεξίαι τε καὶ ἀφροσύναι καὶ ἀδικίαι καὶ τὸ τῶν ἄλλων παθῶν καὶ κακιῶν ἀνήνυτον πλῆθος — ἢ παρόσον ἐκ φύσεως καὶ τῶν ἱερῶν νόμων ἐπαιδεύθησαν θεραπεύειν τὸ ὄν, ὃ καὶ ἀγαθοῦ κρεῖττόν ἐστι καὶ ἑνὸς εἰλικρινέστερον καὶ μονάδος ἀρχεγονώτερον.
这些哲学家的志向通过其称呼便立即显现出来:因为他们被确切地称为“塞拉佩乌泰”和“塞拉佩乌特里德斯”,这或是因为他们宣称拥有一种优于城市中行使的医术——因为后者仅治疗身体,而前者还治疗被痛苦和难以治愈的重病所折磨的灵魂,这些病是由享乐、欲望、悲伤、恐惧、贪婪、愚蠢、不义以及无尽的其他情念和恶德所带来的——或是因为他们通过自然和神圣的法律受到教育,去侍奉“存在者”,它比善更好,比单一更纯粹,比单子更原初。
οἷς τίνας συγκρίνειν ἄξιον τῶν ἐπαγγελλομένων εὐσέβειαν;
在那些宣称虔敬的人中,有谁配与他们相比呢?
§3ἆρά γε τοὺς τὰ στοιχεῖα τιμῶντας, γῆν, ὕδωρ, ἀέρα, πῦρ;
难道是那些尊崇元素——地、水、气、火的人吗?
οἷς καὶ ἐπωνυμίας ἔθεντο ἑτέρας ἕτεροι, τὸ μὲν πῦρ Ἥφαιστον παρὰ τὴν ἔξαψιν, οἶμαι, καλοῦντες, Ἥραν δὲ τὸν ἀέρα παρὰ τὸ αἴρεσθαι καὶ μετεωρίζεσθαι πρὸς ὕψος, τὸ δὲ ὕδωρ Ποσειδῶνα τάχα που διὰ τὸ ποτόν, τὴν δὲ γῆν Δήμητραν, παρόσον μήτηρ εἶναι δοκεῖ πάντων φυτῶν τε καὶ ζῴων.
对此,不同的人给它们起了不同的名字:我想,他们把火称为赫菲斯托斯,是因为它能点燃;把空气称为赫拉,是因为它被提起并向高处升起;把水称为波塞冬,也许是因为它是可饮用的;把大地称为得墨忒耳,是因为她似乎是所有植物和动物的母亲。
§4ἀλλὰ τὰ μὲν ὀνόματα σοφιστῶν ἐστιν εὑρήματα, τὰ δὲ στοιχεῖα ἄψυχος ὕλη καὶ ἐξ ἑαυτῆς ἀκίνητος, ὑποβεβλημένη τῷ τεχνίτῃ πρὸς ἁπάσας σχημάτων καὶ ποιοτήτων ἰδέας.
然而,这些名字是诡辩家们的发明,而元素则是无生命的物质,其自身无法运动,屈从于工匠以呈现出各种形状和性质的样相。
§5ἀλλὰ τοὺς τὰ ἀποτελέσματα, ἥλιον, σελήνην ἢ τοὺς ἄλλους ἀστέρας πλάνητας ἢ ἀπλανεῖς ἢ τὸν σύμπαντα οὐρανόν τε καὶ κόσμον;
或者是那些尊崇元素之产物的人,如太阳、月亮,或者其他行星或恒星,或者整个天空和宇宙?
ἀλλὰ καὶ ταῦτα οὐκ ἐξ ἑαυτῶν γέγονεν, ἀλλ’ ὑπό τινος δημιουργοῦ τελειοτάτου τὴν ἐπιστήμην.
但即使是这些,也不是凭自身产生的,而是由某位在知识上最完美的创造主所造。
ἀλλὰ τοὺς ἡμιθέους;
或者是半神?
§6ἦ τοῦτό γε καὶ χλεύης ἄξιον· πῶς γὰρ ἂν ὁ αὐτὸς ἀθάνατός τε καὶ θνητὸς εἴη;
这确实值得嘲笑:因为同一个人怎么可能既是不朽的又是凡俗的?
δίχα τοῦ καὶ τὴν ἀρχὴν τῆς τούτων γενέσεως ἐπίληπτον εἶναι, μειρακιώδους ἀκρασίας ἀνάπλεων, ἣν τολμῶσιν οὐκ εὐαγῶς προσάπτειν ταῖς μακαρίαις καὶ θείαις δυνάμεσιν, εἰ γυναιξὶ θνηταῖς ἐπιμανέντες ὡμίλησαν οἱ παντὸς πάθους ἀμέτοχοι καὶ τρισευδαίμονες.
且不说他们的诞生起源本身就备受谴责,充满了幼稚的无节制,人们竟敢不敬地将其归于幸福而神圣的力量,说那些免于一切情念、享有无上福乐的神明因狂热爱上凡人妇女而与她们结合。
§7ἀλλὰ τοὺς τὰ ξόανα καὶ ἀγάλματα;
或者是那些尊崇木雕和石像的人?
ὧν αἱ οὐσίαι λίθοι καὶ ξύλα, τὰ μέχρι πρὸ μικροῦ τελείως ἄμορφα, λιθοτόμων καὶ δρυοτόμων τῆς συμφυΐας αὐτὰ διακοψάντων, ὧν τὰ ἀδελφὰ μέρη καὶ συγγενῆ λουτροφόροι γεγόνασι καὶ ποδόνιπτρα καὶ ἄλλα ἄττα τῶν ἀτιμοτέρων, ἃ πρὸς τὰς ἐν σκότῳ χρείας ὑπηρετεῖ μᾶλλον ἢ τὰς ἐν φωτί.
其本质是石头和木头,在不久之前还完全没有形状,直到石匠和伐木工将它们从自然的结合体中砍断。 而它们那些同类的、相似的部分,已经变成了洗澡盆、洗脚盆以及其他更卑贱的器皿,这些器皿主要服务于黑暗中的需要,而非光明中的需要。
§8τῶν μὲν γὰρ παρ’ Αἰγυπτίοις οὐδὲ μεμνῆσθαι καλόν, οἳ ζῷα ἄλογα καὶ οὐχ ἥμερα μόνον ἀλλὰ καὶ θηρίων τὰ ἀγριώτατα παραγηόχασιν εἰς θεῶν τιμὰς ἐξ ἑκάστου τῶν κάτω σελήνης, χερσαίων μὲν λέοντα, ἐνύδρων δὲ τὸν ἐγχώριον κροκόδειλον, ἀεροπόρων δὲ ἴκτινον καὶ τὴν Αἰγυπτίαν ἶβιν.
至于埃及人的做法,甚至不便于提及;他们将无理性的动物,不仅是温顺的,甚至是最凶猛的野兽,都提升到了神灵的尊荣,这些动物来自月亮以下领域的各个级别:陆生动物中有狮子,水生中有当地的鳄鱼,飞行动物中则有鵟和埃及朱鹭。
§9καὶ ταῦτα ὁρῶντες γεννώμενα καὶ τροφῆς χρείαν ἔχοντα καὶ περὶ ἐδωδὴν ἄπληστα καὶ μεστὰ περιττωμάτων ἰοβόλα τε καὶ ἀνθρωποβόρα καὶ νόσοις ἁλωτὰ παντοίαις καὶ οὐ μόνον θανάτῳ τῷ κατὰ φύσιν ἀλλὰ καὶ βιαίῳ πολλάκις διαφθειρόμενα προσκυνοῦσιν, οἱ ἥμεροι τὰ ἀνήμερα καὶ ἀτίθασα καὶ οἱ λογικοὶ τὰ ἄλογα καὶ οἱ συγγένειαν ἔχοντες πρὸς τὸ θεῖον τὰ μηδ’ ἂν Θερσίτῃσι συγκριθέντα, οἱ ἄρχοντες καὶ δεσπόται τὰ ὑπήκοα φύσει καὶ δοῦλα.
他们亲眼看到这些动物出生、需要食物、贪得无厌、充满排泄物、有毒且吃人、易患各种疾病,并且不仅死于自然死亡,还常常死于非命,但他们仍然崇拜它们——温顺的人崇拜凶猛不驯的兽类,有理性的人崇拜无理性的,与神有亲缘关系的人崇拜那些连瑟西特斯都无法与之相比的卑下之物,统治者和主人崇拜那些天生顺从且为奴隶的东西。

词汇与语法注释

  1. §1διαλεχθείς — 该不定过去时分词表示发生于主句动词 `λέξω`(将来时)之前的动作。它表明对艾赛尼派的讨论已经结束,从而为过渡到下一个主题(塞拉佩乌泰)做铺垫。
  2. ¦p.v.6.p.47¦θεραπευταὶ γὰρ καὶ θεραπευτρίδες — 动词 `θεραπεύω`(治疗、侍奉/崇拜)的双重含义由随后的“ἤτοι ... ἢ ...”进行解释。前者指医术(灵魂之疾的治疗),后者指对神(存在者)的侍奉,这一双重字源解释奠定了该群体哲学特征的基础。
  3. ¦p. 472 M.¦τὸ ὄν — 直译为“存在者”或“实在”。在斐洛的哲学中,这一表达将人格神与柏拉图主义的形而上学至高实在相融合。随后的关系从句“ὃ καὶ ἀγαθοῦ κρεῖττόν ἐστι...”强调了超越柏拉图式“善的型相”或“一”的超越神概念。
  4. ¦p. 473 M.¦τὰ μηδ’ ἂν Θερσίτῃσι συγκριθέντα — 包含 ἄν 与不定过去时被动分词的结构,修饰中性复数冠词 `τὰ`,并伴有诗歌体(荷马式)与格复数 `Θερσίτῃσι`。整体上构成潜在/假设性形容表达:“即使与瑟西特斯(《伊利亚特》中极丑陋和卑下的人)相比也无法企及的(极为卑下的)事物”。

引用这一段

斐洛·尤迪厄斯, 论沉思的生活 §1-9. Humanitext Reader, https://reader.humanitext.ai/zh/text/urn:cts:greekLit:tlg0018.tlg028.humanitext-grc1:1-9

请注明译文为AI草稿以及访问日期。

译文、注释与简介为AI生成的草稿,并根据读者反馈持续修订。