§9.119.1Ὀιόβαζον μέν νυν ἐκφεύγοντα ἐς τὴν Θρηίκην Θρήικες Ἀψίνθιοι λαβόντες ἔθυσαν Πλειστώρῳ ἐπιχωρίῳ θεῷ τρόπῳ τῷ σφετέρῳ, τοὺς δὲ μετʼ ἐκείνου ἄλλῳ τρόπῳ ἐφόνευσαν.
一方、オイオバゾスはトラキアへ逃れようとしていたが、アプシンティオイ人のトラキア人たちに捕らえられ、彼ら独自のやり方で地元の神プレイストロスに生贄として捧げられた。 しかし、彼に同行していた他の者たちは、別の方法で殺害された。
§9.119.2οἱ δὲ ἀμφὶ τὸν Ἀρταΰκτην ὕστεροι ὁρμηθέντες φεύγειν, καὶ ὡς κατελαμβάνοντο ὀλίγον ἐόντες ὑπὲρ Αἰγὸς ποταμῶν, ἀλεξόμενοι χρόνον ἐπὶ συχνὸν οἳ μὲν ἀπέθανον οἳ δὲ ζῶντες ἐλάμφθησαν.
他方、アルタュクテスの一味は逃げ出すのが遅れ、アイゴス・ポタモイの少し上流にいたところで追いつかれると、長い間防戦したものの、一部は戦死し、残りの者は生け捕りにされた。
καὶ συνδήσαντες σφέας οἱ Ἕλληνες ἦγον ἐς Σηστόν, μετʼ αὐτῶν δὲ καὶ Ἀρταΰκτην δεδεμένον αὐτόν τε καὶ τὸν παῖδα αὐτοῦ.
そしてギリシア人たちは、彼らを縛り上げてセストスへと連行したが、その中には、自らもその息子も縛られたアルタュクテスが含まれていた。