§7.61.1οἱ δὲ στρατευόμενοι οἵδε ἦσαν, Πέρσαι μὲν ὧδε ἐσκευασμένοι·
遠征に参加した者たちは以下の通りであった。 まずペルシア人はこのように武装していた。
περὶ μὲν τῇσι κεφαλῇσι εἶχον τιάρας καλεομένους πίλους ἀπαγέας, περὶ δὲ τὸ σῶμα κιθῶνας χειριδωτοὺς ποικίλους, λεπίδος σιδηρέης ὄψιν ἰχθυοειδέος, περὶ δὲ τὰ σκέλεα ἀναξυρίδας, ἀντὶ δὲ ἀσπίδων γέρρα· ὑπὸ δὲ φαρετρεῶνες ἐκρέμαντο·
頭にはティアラと呼ばれる固くないフェルト帽を被り、体には、魚の鱗のような外観をした鉄の鱗板の付いた、多彩な色の袖付きのチュニックを纏い、脚にはズボンを穿き、盾の代わりにはゲッラ(軽盾)を持ち、その下には矢筒が吊り下がっていた。
αἰχμὰς δὲ βραχέας εἶχον, τόξα δὲ μεγάλα, ὀιστοὺς δὲ καλαμίνους, πρὸς δὲ ἐγχειρίδια παρὰ τὸν δεξιὸν μηρὸν παραιωρεύμενα ἐκ τῆς ζώνης.
また、短い槍、大きな弓、葦の矢を持ち、さらに、帯から右の太ももの脇へと吊り下げられた短剣を持っていた。
§7.61.2καὶ ἄρχοντα παρείχοντο Ὀτάνεα τὸν Ἀμήστριος πατέρα τῆς Ξέρξεω γυναικός, ἐκαλέοντο δὲ πάλαι ὑπὸ μὲν Ἑλλήνων Κηφῆνες, ὑπὸ μέντοι σφέων αὐτῶν καὶ τῶν περιοίκων Ἀρταῖοι.
そして彼らは、クセルクセスの妻アメストリスの父であるオタネスを指揮官として提供していた。 彼らはかつて、ギリシア人からはケペネスと呼ばれていたが、彼ら自身や周辺の住民からはアルタイオイと呼ばれていた。
§7.61.3ἐπεὶ δὲ Περσεὺς ὁ Δανάης τε καὶ Διὸς ἀπίκετο παρὰ Κηφέα τὸν Βήλου καὶ ἔσχε αὐτοῦ τὴν θυγατέρα Ἀνδρομέδην, γίνεται αὐτῷ παῖς τῷ οὔνομα ἔθετο Πέρσην, τοῦτον δὲ αὐτοῦ καταλείπει·
しかし、ダナエとゼウスの子ペルセウスが、ベロスの子ケペウスのもとにやって来て、その娘アンドロメダを妻にしたとき、彼に一人の子が生まれ、彼はその子にペルセースという名を付けた。 そして、この子を彼はその地(ケペウスのもと)に残した。
ἐτύγχανε γὰρ ἄπαις ἐὼν ὁ Κηφεὺς ἔρσενος γόνου.
というのも、ケペウスにはたまたま男子の跡継ぎがいなかったからである。
ἐπὶ τούτου δὴ τὴν ἐπωνυμίην ἔσχον.
実にこの人物にちなんで、彼らはその名前を得たのである。