§7.61.1οἱ δὲ στρατευόμενοι οἵδε ἦσαν, Πέρσαι μὲν ὧδε ἐσκευασμένοι· περὶ μὲν τῇσι κεφαλῇσι εἶχον τιάρας καλεομένους πίλους ἀπαγέας, περὶ δὲ τὸ σῶμα κιθῶνας χειριδωτοὺς ποικίλους, λεπίδος σιδηρέης ὄψιν ἰχθυοειδέος, περὶ δὲ τὰ σκέλεα ἀναξυρίδας, ἀντὶ δὲ ἀσπίδων γέρρα·
参军的人员如下,波斯人是这样装备的:他们头上戴着被称为“提亚拉”的、不坚硬的毡帽;身上穿着带有袖子的、五颜六色的短上衣,呈现出鱼鳞般铁甲的外观;腿上穿着长裤;他们不拿盾牌,而是拿着“格拉”(轻盾),下面挂着箭袋。
ὑπὸ δὲ φαρετρεῶνες ἐκρέμαντο· αἰχμὰς δὲ βραχέας εἶχον, τόξα δὲ μεγάλα, ὀιστοὺς δὲ καλαμίνους, πρὸς δὲ ἐγχειρίδια παρὰ τὸν δεξιὸν μηρὸν παραιωρεύμενα ἐκ τῆς ζώνης.
他们拿着短枪、大弓和芦苇制的箭,此外,还有从腰带上垂在右大腿旁的短剑。
§7.61.2καὶ ἄρχοντα παρείχοντο Ὀτάνεα τὸν Ἀμήστριος πατέρα τῆς Ξέρξεω γυναικός, ἐκαλέοντο δὲ πάλαι ὑπὸ μὲν Ἑλλήνων Κηφῆνες, ὑπὸ μέντοι σφέων αὐτῶν καὶ τῶν περιοίκων Ἀρταῖοι.
他们提供奥塔内斯——薛西斯之妻阿梅斯特里斯的父亲——作为他们的指挥官。 过去,他们被希腊人称为“凯斐涅斯”,而他们自己和邻近的居民则称他们为“阿尔泰奥伊”。
§7.61.3ἐπεὶ δὲ Περσεὺς ὁ Δανάης τε καὶ Διὸς ἀπίκετο παρὰ Κηφέα τὸν Βήλου καὶ ἔσχε αὐτοῦ τὴν θυγατέρα Ἀνδρομέδην, γίνεται αὐτῷ παῖς τῷ οὔνομα ἔθετο Πέρσην, τοῦτον δὲ αὐτοῦ καταλείπει· ἐτύγχανε γὰρ ἄπαις ἐὼν ὁ Κηφεὺς ἔρσενος γόνου.
但是,当达那厄与宙斯之子珀耳修斯来到贝罗斯之子凯斐乌斯那里,并娶了他的女儿安德洛墨达时,他得了一个儿子,给他起名叫珀耳塞斯,并将他留在了那里;因为凯斐乌斯恰好没有男性的后代。
ἐπὶ τούτου δὴ τὴν ἐπωνυμίην ἔσχον.
正是因这个人,他们才得到了这个名称。