§7.62.1Μῆδοι δὲ τὴν αὐτὴν ταύτην ἐσταλμένοι ἐστρατεύοντο·
メディア人はこれと全く同じ装備をして遠征に参加した。
Μηδικὴ γὰρ αὕτη ἡ σκευή ἐστι καὶ οὐ Περσική.
というのも、この装備はメディアのものであって、ペルシアのものではないからである。
οἱ δὲ Μῆδοι ἄρχοντα μὲν παρείχοντο Τιγράνην ἄνδρα Ἀχαιμενίδην, ἐκαλέοντο δὲ πάλαι πρὸς πάντων Ἄριοι, ἀπικομένης δὲ Μηδείης τῆς Κολχίδος ἐξ Ἀθηνέων ἐς τοὺς Ἀρίους τούτους μετέβαλον καὶ οὗτοι τὸ οὔνομα.
メディア人はアカイメネス家の人ティグラネスを指揮官として提供していた。 彼らはかつてすべての人々からアリオイと呼ばれていたが、コルキスのメディアがアテナイからこれらアリオイのもとにやって来ると、彼らもまたその名前を変えたのである。
αὐτοὶ περὶ σφέων ὧδε λέγουσι Μῆδοι.
メディア人自身が自分たちについてこのように語っている。
§7.62.2Κίσσιοι δὲ στρατευόμενοι τὰ μὲν ἄλλα κατά περ Πέρσαι ἐσκευάδατο, ἀντὶ δὲ τῶν πίλων μιτρηφόροι ἦσαν.
キッシア人の遠征部隊は、他の点ではペルシア人と全く同じ装備をしていたが、フェルト帽の代わりにヘッドバンドを巻いていた。
Κισσίων δὲ ἦρχε Ἀνάφης ὁ Ὀτάνεω.
キッシア人を率いていたのはオタネスの子アナペスであった。
Ὑρκάνιοι δὲ κατά περ Πέρσαι ἐσεσάχατο, ἡγεμόνα παρεχόμενοι Μεγάπανον τὸν Βαβυλῶνος ὕστερον τούτων ἐπιτροπεύσαντα.
ヒュルカニア人もペルシア人と全く同じ装備をしており、これらの後にバビロンの総督となったメガパノスを指揮官として提供していた。