§7.61.1οἱ δὲ στρατευόμενοι οἵδε ἦσαν, Πέρσαι μὲν ὧδε ἐσκευασμένοι· περὶ μὲν τῇσι κεφαλῇσι εἶχον τιάρας καλεομένους πίλους ἀπαγέας, περὶ δὲ τὸ σῶμα κιθῶνας χειριδωτοὺς ποικίλους, λεπίδος σιδηρέης ὄψιν ἰχθυοειδέος, περὶ δὲ τὰ σκέλεα ἀναξυρίδας, ἀντὶ δὲ ἀσπίδων γέρρα· ὑπὸ δὲ φαρετρεῶνες ἐκρέμαντο·
Those who served in the army were the following, and the Persians were equipped as follows: on their heads they wore loose felt caps called tiaras, and on their bodies variegated tunics with sleeves, looking like the scales of a fish in iron; on their legs they wore trousers, and instead of shields they carried wicker targets (gerrha), beneath which hung quivers.
αἰχμὰς δὲ βραχέας εἶχον, τόξα δὲ μεγάλα, ὀιστοὺς δὲ καλαμίνους, πρὸς δὲ ἐγχειρίδια παρὰ τὸν δεξιὸν μηρὸν παραιωρεύμενα ἐκ τῆς ζώνης.
They had short spears, large bows, and arrows of reed, and furthermore, daggers hanging from their girdles beside their right thighs.
§7.61.2καὶ ἄρχοντα παρείχοντο Ὀτάνεα τὸν Ἀμήστριος πατέρα τῆς Ξέρξεω γυναικός, ἐκαλέοντο δὲ πάλαι ὑπὸ μὲν Ἑλλήνων Κηφῆνες, ὑπὸ μέντοι σφέων αὐτῶν καὶ τῶν περιοίκων Ἀρταῖοι.
And they provided as commander Otanes, the father of Amestris, Xerxes' wife. In ancient times they were called Kephenes by the Greeks, but by themselves and their neighbors they were called Artaioi.
§7.61.3ἐπεὶ δὲ Περσεὺς ὁ Δανάης τε καὶ Διὸς ἀπίκετο παρὰ Κηφέα τὸν Βήλου καὶ ἔσχε αὐτοῦ τὴν θυγατέρα Ἀνδρομέδην, γίνεται αὐτῷ παῖς τῷ οὔνομα ἔθετο Πέρσην, τοῦτον δὲ αὐτοῦ καταλείπει· ἐτύγχανε γὰρ ἄπαις ἐὼν ὁ Κηφεὺς ἔρσενος γόνου.
But when Perseus, the son of Danae and Zeus, came to Cepheus the son of Belus and took his daughter Andromeda to wife, a son was born to him whom he named Perses, and him he left behind there; for Cepheus happened to have no male offspring.
ἐπὶ τούτου δὴ τὴν ἐπωνυμίην ἔσχον.
It was indeed after this Perses that they took their name.