§7.51.1λέγει Ἀρτάβανος μετὰ ταῦτα
ὦ βασιλεῦ, ἐπείτε ἀρρωδέειν οὐδὲν ἐᾷς πρῆγμα, σὺ δέ μευ συμβουλίην ἔνδεξαι·
その後、アルタバノスは以下のように言う。 「王よ、あなたはどのような事柄をも恐れることをお許しになりませんが、どうか私の助言を受け入れてください。
ἀναγκαίως γὰρ ἔχει περὶ πολλῶν πρηγμάτων πλεῦνα λόγον ἐκτεῖναι.
多くの事柄についてより長く説明を延ばすことが必要だからです。
Κῦρος ὁ Καμβύσεω Ἰωνίην πᾶσαν πλὴν Ἀθηναίων κατεστρέψατο δασμοφόρον εἶναι Πέρσῃσι.
カンビュセスの(子)キュロスは、アテナイ人を除くイオニアのすべてを、ペルシア人に貢納を支払うよう征服しました。
§7.51.2τούτους ὦν τοὺς ἄνδρας συμβουλεύω τοι μηδεμιῇ μηχανῇ ἄγειν ἐπὶ τοὺς πατέρας·
それゆえ、この人々を決していかなる手段によっても、彼らの父祖たちに対して従軍させないよう、私はあなたに助言いたします。
καὶ γὰρ ἄνευ τούτων οἷοί τε εἰμὲν τῶν ἐχθρῶν κατυπέρτεροι γίνεσθαι.
彼らがなくとも、私たちは敵より優位に立つことができるからです。
ἢ γὰρ σφέας, ἢν ἕπωνται, δεῖ ἀδικωτάτους γίνεσθαι καταδουλουμένους τὴν μητρόπολιν, ἢ δικαιοτάτους συνελευθεροῦντας.
なぜなら、もし彼らが従うならば、自らの母市を奴隷化することによって極めて不義な者となるか、あるいは、ともに解放することによって極めて義にかなった者となるかのいずれかでなければならないからです。
§7.51.3ἀδικώτατοι μέν νυν γινόμενοι οὐδὲν κέρδος μέγα ἡμῖν προσβάλλουσι, δικαιότατοι δὲ γινόμενοι οἷοί τε δηλήσασθαι μεγάλως τὴν σὴν στρατιὴν γίνονται.
さて、不義な者となる場合、彼らは私たちに何の大いなる利益ももたらしませんが、極めて義にかなった者となる場合、彼らはあなたの軍隊に大いなる損害を与えることができるようになります。
ἐς θυμὸν ὦν βάλευ καὶ τὸ παλαιὸν ἔπος ὡς εὖ εἴρηται, τὸ μὴ ἅμα ἀρχῇ πᾶν τέλος καταφαίνεσθαι.
それゆえ、『物事の始まりと同時に、すべての結末が明らかになるわけではない』という古い格言が、いかに見事に語られているかを心に留めてください。 」