Humanitext Reader

希罗多德 · 历史 §7.51.1-7.51.3

阿尔塔巴诺斯告诫勿征用伊奥尼亚人

第 1114 段,共 1577 段 · 希腊语

内容简介

阿尔塔巴诺斯劝告薛西斯不要带伊奥尼亚人去攻打他们的祖先雅典人,并阐明了其中利弊。他引用关于“开局不见终局”的古谚,劝诫其保持谨慎。

§7.51.1λέγει Ἀρτάβανος μετὰ ταῦτα ὦ βασιλεῦ, ἐπείτε ἀρρωδέειν οὐδὲν ἐᾷς πρῆγμα, σὺ δέ μευ συμβουλίην ἔνδεξαι·
此后,阿尔塔巴诺斯说道: “王啊,既然您不允许我们害怕任何事情,那么就请您接受我的劝告吧。
ἀναγκαίως γὰρ ἔχει περὶ πολλῶν πρηγμάτων πλεῦνα λόγον ἐκτεῖναι.
因为有必要针对许多事情作更详尽的阐述。
Κῦρος ὁ Καμβύσεω Ἰωνίην πᾶσαν πλὴν Ἀθηναίων κατεστρέψατο δασμοφόρον εἶναι Πέρσῃσι.
甘比西斯之子居鲁士征服了除雅典人以外的整个伊奥尼亚,使其向波斯人纳贡。
§7.51.2τούτους ὦν τοὺς ἄνδρας συμβουλεύω τοι μηδεμιῇ μηχανῇ ἄγειν ἐπὶ τοὺς πατέρας· καὶ γὰρ ἄνευ τούτων οἷοί τε εἰμὲν τῶν ἐχθρῶν κατυπέρτεροι γίνεσθαι.
因此,我劝您无论如何都不要带领这些人和他们的祖先作战;因为即使没有他们,我们也能够战胜敌人。
ἢ γὰρ σφέας, ἢν ἕπωνται, δεῖ ἀδικωτάτους γίνεσθαι καταδουλουμένους τὴν μητρόπολιν, ἢ δικαιοτάτους συνελευθεροῦντας.
因为如果他们随行,他们要么因奴役自己的母邦而变得极其不义,要么因共同争取自由而变得极其正义。
§7.51.3ἀδικώτατοι μέν νυν γινόμενοι οὐδὲν κέρδος μέγα ἡμῖν προσβάλλουσι, δικαιότατοι δὲ γινόμενοι οἷοί τε δηλήσασθαι μεγάλως τὴν σὴν στρατιὴν γίνονται.
如果他们变得极其不义,并不能给我们带来什么巨大的利益;但如果他们变得极其正义,他们就能给您的军队造成巨大的损害。
ἐς θυμὸν ὦν βάλευ καὶ τὸ παλαιὸν ἔπος ὡς εὖ εἴρηται, τὸ μὴ ἅμα ἀρχῇ πᾶν τέλος καταφαίνεσθαι.
因此,请将这句古老的谚语牢记于心,它是说得多么好:‘并非在开始之初,一切的结局就会显现出来。 ’”

词汇与语法注释

  1. 7.51.1σὺ δέ — 在从句(ἐπείτε ...)之后置于主句开头的 δέ(即主句的 δέ,apodotic δέ),用来强调或对比接在时间或原因从句后的主句。
  2. 7.51.1ἀναγκαίως γὰρ ἔχει — 无人称表达 ἀναγκαίως ἔχει 等同于 ἀναγκαῖόν ἐστι(有必要、不可避免),后接不定式 ἐκτεῖναι。
  3. 7.51.2ἢν ἕπωνται — 条件从句(ἢν + 虚拟语气 ἕπωνται)被嵌入在受无人称动词 δεῖ 支配的“对格+不定式”结构(σφέας ... γίνεσθαι)之中。
  4. 7.51.3ὡς εὖ εἴρηται — 由连词 ὡς(如何、多么)引导的间接疑问句,对在前的名词短语 τὸ παλαιὸν ἔπος 起同位语或前置先取(prolepsis)的解释作用。
  5. 7.51.3τὸ μὴ ἅμα ἀρχῇ πᾶν τέλος καταφαίνεσθαι — 带有中性单数冠词 τὸ 的不定式短语,用以表达谚语的具体内容,与前面的 τὸ παλαιὸν ἔπος 构成同位语关系。

引用这一段

希罗多德, 历史 §7.51.1-7.51.3. Humanitext Reader, https://reader.humanitext.ai/zh/text/urn:cts:greekLit:tlg0016.tlg001.humanitext-grc2:7.51.1-7.51.3

请注明译文为AI草稿以及访问日期。

译文、注释与简介为AI生成的草稿,并根据读者反馈持续修订。