§7.51.1λέγει Ἀρτάβανος μετὰ ταῦτα
ὦ βασιλεῦ, ἐπείτε ἀρρωδέειν οὐδὲν ἐᾷς πρῆγμα, σὺ δέ μευ συμβουλίην ἔνδεξαι· ἀναγκαίως γὰρ ἔχει περὶ πολλῶν πρηγμάτων πλεῦνα λόγον ἐκτεῖναι.
After this Artabanus said: "O King, since you do not allow us to fear any matter, do you then accept my advice; for it is necessary to extend our speech further concerning many matters.
Κῦρος ὁ Καμβύσεω Ἰωνίην πᾶσαν πλὴν Ἀθηναίων κατεστρέψατο δασμοφόρον εἶναι Πέρσῃσι.
Cyrus, the son of Cambyses, conquered all Ionia, except for the Athenians, to be tributary to the Persians.
§7.51.2τούτους ὦν τοὺς ἄνδρας συμβουλεύω τοι μηδεμιῇ μηχανῇ ἄγειν ἐπὶ τοὺς πατέρας· καὶ γὰρ ἄνευ τούτων οἷοί τε εἰμὲν τῶν ἐχθρῶν κατυπέρτεροι γίνεσθαι.
Therefore, I advise you by no means to lead these men against their fathers; for even without them we are able to get the upper hand of our enemies.
ἢ γὰρ σφέας, ἢν ἕπωνται, δεῖ ἀδικωτάτους γίνεσθαι καταδουλουμένους τὴν μητρόπολιν, ἢ δικαιοτάτους συνελευθεροῦντας.
For if they follow us, they must either become most unjust by enslaving their mother-city, or most just by helping to set it free.
§7.51.3ἀδικώτατοι μέν νυν γινόμενοι οὐδὲν κέρδος μέγα ἡμῖν προσβάλλουσι, δικαιότατοι δὲ γινόμενοι οἷοί τε δηλήσασθαι μεγάλως τὴν σὴν στρατιὴν γίνονται.
Now, if they become most unjust, they bring no great advantage to us, but if they become most just, they become capable of doing great damage to your army.
ἐς θυμὸν ὦν βάλευ καὶ τὸ παλαιὸν ἔπος ὡς εὖ εἴρηται, τὸ μὴ ἅμα ἀρχῇ πᾶν τέλος καταφαίνεσθαι.
Therefore, lay to heart also the ancient saying, how well it is said, that the end of every matter does not appear at the very beginning."