§7.50.1ἀμείβεται Ξέρξης τοῖσιδε.
クセルクセスは以下のように答える。
Ἀρτάβανε, οἰκότως μὲν σύ γε τούτων ἕκαστα διαιρέαι·
「アルタバノスよ、あなたは確かにこれらの個々の事柄を道理にかなった仕方で分析して論じている。
ἀτὰρ μήτε πάντα φοβέο μήτε πᾶν ὁμοίως ἐπιλέγεο.
しかしながら、すべてを恐れることも、すべてのことを同様に思い煩うこともしてはならない。
εἰ γὰρ δὴ βούλοιο ἐπὶ τῷ αἰεὶ ἐπεσφερομένῳ πρήγματι τὸ πᾶν ὁμοίως ἐπιλέγεσθαι, ποιήσειας ἂν οὐδαμὰ οὐδέν·
もし、その都度生起する事態に対して、常にすべてのことを同様に思い煩おうとするならば、何事も決して成し遂げられないであろう。
κρέσσον δὲ πάντα θαρσέοντα ἥμισυ τῶν δεινῶν πάσχειν μᾶλλον ἢ πᾶν χρῆμα προδειμαίνοντα μηδαμὰ μηδὲν παθεῖν.
あらゆることに大胆に立ち向かって、恐ろしいことの半分を被る方が、すべての事柄をあらかじめ恐れて何も決して被らないよりは、むしろ優れているのだ。
§7.50.2εἰ δὲ ἐρίξων πρὸς πᾶν τὸ λεγόμενον μὴ τὸ βέβαιον ἀποδέξεις, σφάλλεσθαι ὀφείλεις ἐν αὐτοῖσι ὁμοίως καὶ ὁ ὑπεναντία τούτοισι λέξας.
しかし、もし言われるすべてのことに異議を唱えながら、確実なことを示さないならば、あなたはそれらの事柄において、これらとは反対のことを言う者と同様につまずくことになるに違いない。
τοῦτο μέν νυν ἐπʼ ἴσης ἔχει·
この点については(二人は)対等である。
εἰδέναι δὲ ἄνθρωπον ἐόντα κῶς χρὴ τὸ βέβαιον;
だが、人間でありながら、どうして確実なことを知ることができようか。
δοκέω μὲν οὐδαμῶς.
私は決して(できないと)思う。
τοῖσι τοίνυν βουλομένοισι ποιέειν ὡς τὸ ἐπίπαν φιλέει γίνεσθαι τὰ κέρδεα, τοῖσι δὲ ἐπιλεγομένοισί τε πάντα καὶ ὀκνέουσι οὐ μάλα ἐθέλει.
それゆえ、行動することを望む者たちには、概して利益が生じがちであるが、すべてのことを思い煩い、躊躇する者たちには、利益はあまり生じることを好まないのだ。
§7.50.3ὁρᾷς τὰ Περσέων πρήγματα ἐς ὃ δυνάμιος προκεχώρηκε.
あなたはペルシア人の国力がどれほどの力にまで発展したかを見ている。
εἰ τοίνυν ἐκεῖνοι οἱ πρὸ ἐμεῦ γενόμενοι βασιλέες γνώμῃσι ἐχρέωντο ὁμοίῃσι καὶ σύ, ἢ μὴ χρεώμενοι γνώμῃσι τοιαύτῃσι ἄλλους συμβούλους εἶχον τοιούτους, οὐκ ἄν κοτε εἶδες αὐτὰ ἐς τοῦτο προελθόντα·
それゆえ、もし私の前に現れたあの王たちが、あなたと同様の考えを用いていたか、あるいはそのような考えを用いていなくとも、あなたのような別の相談相手を持っていたならば、あなたは国力がここまで発展するのを決して見なかったであろう。
νῦν δὲ κινδύνους ἀναρριπτέοντες ἐς τοῦτο σφέα προηγάγοντο.
だが、現実には、彼らは危険を冒すことによって、国力をここまで導いたのである。
μεγάλα γὰρ πρήγματα μεγάλοισι κινδύνοισι ἐθέλει καταιρέεσθαι.
大いなる事業は、大いなる危険によってこそ成し遂げられるものだからである。
§7.50.4ἡμεῖς τοίνυν ὁμοιεύμενοι ἐκείνοισι ὥρην τε τοῦ ἔτεος καλλίστην πορευόμεθα, καὶ καταστρεψάμενοι πᾶσαν τὴν Εὐρώπην νοστήσομεν ὀπίσω, οὔτε λιμῷ ἐντυχόντες οὐδαμόθι οὔτε ἄλλο ἄχαρι οὐδὲν παθόντες.
それゆえ、私たちは彼らを見習って、一年のうちで最も美しい季節に行軍しており、全ヨーロッパを征服したのちに、どこでも飢えに遭遇することなく、他のいかなる不快なことも被ることなく帰還するであろう。
τοῦτο μὲν γὰρ αὐτοὶ πολλὴν φορβὴν φερόμενοι πορευόμεθα, τοῦτο δέ, τῶν ἄν κου ἐπιβέωμεν γῆν καὶ ἔθνος, τούτων τὸν σῖτον ἕξομεν·
というのも、一方では私たち自身が多くの食糧を携えて行軍しており、他方では、私たちが足を踏み入れるであろういかなる土地や民族であれ、彼らの食糧を手に入れることになるからである。
ἐπʼ ἀροτῆρας δὲ καὶ οὐ νομάδας στρατευόμεθα ἄνδρας.
私たちは遊牧民ではなく、農耕民である人々に対して遠征しているのだ。 」