§6.42.1καὶ κατὰ τὸ ἔτος τοῦτο ἐκ τῶν Περσέων οὐδὲν ἐπὶ πλέον ἐγένετο τούτων ἐς νεῖκος φέρον Ἴωσι, ἀλλὰ τάδε μὲν χρήσιμα κάρτα τοῖσι Ἴωσι ἐγένετο τούτου τοῦ ἔτεος·
そしてこの年、ペルシア人の側からは、イオニア人にとってさらなる敵対関係をもたらすようなことはこれ以上何も起こらなかった。 しかし、この年、イオニア人にとって非常に有益な以下のことが起こった。
Ἀρταφρένης ὁ Σαρδίων ὕπαρχος μεταπεμψάμενος ἀγγέλους ἐκ τῶν πολίων συνθήκας σφίσι αὐτοῖσι τοὺς Ἴωνας ἠνάγκασε ποιέεσθαι, ἵνα δωσίδικοι εἶεν καὶ μὴ ἀλλήλους φέροιέν τε καὶ ἄγοιεν.
サルディスの総督アルタプレネスは、諸都市から使節を召喚し、イオニア人たちに互いの間で協定を結ぶことを強制した。 それは彼らが裁判に服し、互いに略奪し合わないようにするためであった。
§6.42.2ταῦτά τε ἠνάγκασε ποιέειν, καὶ τὰς χώρας μετρήσας σφέων κατὰ παρασάγγας, τοὺς καλέουσι οἱ Πέρσαι τὰ τριήκοντα στάδια, κατὰ δὴ τούτους μετρήσας φόρους ἔταξε ἑκάστοισι, οἳ κατὰ χώρην διατελέουσι ἔχοντες ἐκ τούτου τοῦ χρόνου αἰεὶ ἔτι καὶ ἐς ἐμὲ ὡς ἐτάχθησαν ἐξ Ἀρταφρένεος·
彼はこれらのことを強制し、また、彼らの領地を、ペルシア人が三十スタディオンと呼ぶパラサング単位で測定した。 実にこれに基づいて測定した上で、それぞれの都市に貢納額を定めた。 それらは、この時から私の時代に至るまで、アルタプレネスによって定められた通りの状態で絶えず維持されている。
ἐτάχθησαν δὲ σχεδὸν κατὰ ταὐτὰ καὶ πρότερον εἶχον.
なお、定められた額は、彼らが以前に収めていたのとほぼ同じであった。
καί σφι ταῦτα μὲν εἰρηναῖα ἦν.
そして、これらは彼らにとって平和な状態をもたらした。