§6.42.1καὶ κατὰ τὸ ἔτος τοῦτο ἐκ τῶν Περσέων οὐδὲν ἐπὶ πλέον ἐγένετο τούτων ἐς νεῖκος φέρον Ἴωσι, ἀλλὰ τάδε μὲν χρήσιμα κάρτα τοῖσι Ἴωσι ἐγένετο τούτου τοῦ ἔτεος· Ἀρταφρένης ὁ Σαρδίων ὕπαρχος μεταπεμψάμενος ἀγγέλους ἐκ τῶν πολίων συνθήκας σφίσι αὐτοῖσι τοὺς Ἴωνας ἠνάγκασε ποιέεσθαι, ἵνα δωσίδικοι εἶεν καὶ μὴ ἀλλήλους φέροιέν τε καὶ ἄγοιεν. §6.42.2ταῦτά τε ἠνάγκασε ποιέειν, καὶ τὰς χώρας μετρήσας σφέων κατὰ παρασάγγας, τοὺς καλέουσι οἱ Πέρσαι τὰ τριήκοντα στάδια, κατὰ δὴ τούτους μετρήσας φόρους ἔταξε ἑκάστοισι, οἳ κατὰ χώρην διατελέουσι ἔχοντες ἐκ τούτου τοῦ χρόνου αἰεὶ ἔτι καὶ ἐς ἐμὲ ὡς ἐτάχθησαν ἐξ Ἀρταφρένεος·
during this year, nothing further occurred from the Persians that led to hostility for the Ionians, but the following things of great benefit happened to the Ionians in this year: Artaphernes, the governor of Sardis, having sent for messengers from the cities, compelled the Ionians to make agreements among themselves, so that they might submit to legal trial and not plunder one another. compelled them to do these things, and having measured their territories in parasangs—which is what the Persians call thirty stades—he assessed the tributes for each based on this measurement; these tributes continue to remain in force from that time even to my own day, just as they were assessed by Artaphernes.
ἐτάχθησαν δὲ σχεδὸν κατὰ ταὐτὰ καὶ πρότερον εἶχον.
Indeed, they were assessed at nearly the same amount as they had before.
καί σφι ταῦτα μὲν εἰρηναῖα ἦν.
And these things were peaceful for them.