§6.43.1ἅμα δὲ τῷ ἔαρι, τῶν ἄλλων καταλελυμένων στρατηγῶν ἐκ βασιλέος, Μαρδόνιος ὁ Γοβρύεω κατέβαινε ἐπὶ θάλασσαν, στρατὸν πολλὸν μὲν κάρτα πεζὸν ἅμα ἀγόμενος πολλὸν δὲ ναυτικόν, ἡλικίην τε νέος ἐὼν καὶ νεωστὶ γεγαμηκὼς βασιλέος Δαρείου θυγατέρα Ἀρτοζώστρην·
春の初めに、他の将軍たちが王によって解任されると、ゴブリュアスの息子マルドニオスが、非常に多くの陸上部隊と多くの海軍部隊を伴って海岸地方へと下ってきた。 彼は年齢的にも若く、ダレイオス王の娘アルトゾストレと結婚したばかりであった。
§6.43.2ἄγων δὲ τὸν στρατὸν τοῦτον ὁ Μαρδόνιος ἐπείτε ἐγένετο ἐν τῇ Κιλικίῃ, αὐτὸς μὲν ἐπιβὰς ἐπὶ νεὸς ἐκομίζετο ἅμα τῇσι ἄλλῃσι νηυσί, στρατιὴν δὲ τὴν πεζὴν ἄλλοι ἡγεμόνες ἦγον ἐπὶ τὸν Ἑλλήσποντον.
マルドニオスはこの軍を率いてキリキアに到着すると、彼自身は船に乗り込んで他の船とともに進み、陸上部隊は他の将軍たちがヘレスポントスへと率いて行った。
§6.43.3ὡς δὲ παραπλέων τὴν Ἀσίην ἀπίκετο ὁ Μαρδόνιος ἐς τὴν Ἰωνίην, ἐνθαῦτα μέγιστον θῶμα ἐρέω τοῖσι μὴ ἀποδεκομένοισι Ἑλλήνων Περσέων τοῖσι ἑπτὰ Ὀτάνεα γνώμην ἀποδέξασθαι ὡς χρεὸν εἴη δημοκρατέεσθαι Πέρσας·
マルドニオスがアジアの沿岸を航行してイオニアに到着したとき、ここで私は、ペルシア人の七人の中でオタネスが「ペルシア人は民主政を敷くべきだ」という意見を述べたということを信じないギリシア人たちに対して、最も驚くべきことを語ろう。
τοὺς γὰρ τυράννους τῶν Ἰώνων καταπαύσας πάντας ὁ Μαρδόνιος δημοκρατίας κατίστα ἐς τὰς πόλιας.
というのも、マルドニオスはイオニアの僭主たちをすべて退位させ、諸都市に民主政を確立したからである。
§6.43.4ταῦτα δὲ ποιήσας ἠπείγετο ἐς τὸν Ἑλλήσποντον.
彼はこれらを行った後、ヘレスポントスへと急いだ。
ὡς δὲ συνελέχθη μὲν χρῆμα πολλὸν νεῶν συνελέχθη δὲ καὶ πεζὸς στρατὸς πολλός, διαβάντες τῇσι νηυσὶ τὸν Ἑλλήσποντον ἐπορεύοντο διὰ τῆς Εὐρώπης, ἐπορεύοντο δὲ ἐπί τε Ἐρέτριαν καὶ Ἀθήνας.
そして、非常に多くの船が集まり、また多くの陸上部隊も集まると、彼らは船でヘレスポントスを渡ってヨーロッパを進軍し、エレトリアとアテナイを目指して進んだ。