Humanitext Reader

希罗多德 · 历史 §6.42.1-6.42.2

阿尔塔弗雷内斯平定伊奥尼亚并核定贡赋

第 944 段,共 1577 段 · 希腊语

内容简介

萨尔迪斯总督阿尔塔弗雷内斯强迫伊奥尼亚诸城邦达成和解,并通过测量土地规定了与以往相当的贡赋,维持了和平。

§6.42.1καὶ κατὰ τὸ ἔτος τοῦτο ἐκ τῶν Περσέων οὐδὲν ἐπὶ πλέον ἐγένετο τούτων ἐς νεῖκος φέρον Ἴωσι, ἀλλὰ τάδε μὲν χρήσιμα κάρτα τοῖσι Ἴωσι ἐγένετο τούτου τοῦ ἔτεος· Ἀρταφρένης ὁ Σαρδίων ὕπαρχος μεταπεμψάμενος ἀγγέλους ἐκ τῶν πολίων συνθήκας σφίσι αὐτοῖσι τοὺς Ἴωνας ἠνάγκασε ποιέεσθαι, ἵνα δωσίδικοι εἶεν καὶ μὴ ἀλλήλους φέροιέν τε καὶ ἄγοιεν.
在这一年中,波斯人方面没有再发生任何增加对伊奥尼亚人敌意的事,相反,在这一年里,对伊奥尼亚人极为有益的以下事情发生了:萨尔迪斯总督阿尔塔弗雷内斯召集各城邦的使者,强迫伊奥尼亚人相互之间订立条约,使他们能够接受法律裁判,而不至于互相劫掠。
§6.42.2ταῦτά τε ἠνάγκασε ποιέειν, καὶ τὰς χώρας μετρήσας σφέων κατὰ παρασάγγας, τοὺς καλέουσι οἱ Πέρσαι τὰ τριήκοντα στάδια, κατὰ δὴ τούτους μετρήσας φόρους ἔταξε ἑκάστοισι, οἳ κατὰ χώρην διατελέουσι ἔχοντες ἐκ τούτου τοῦ χρόνου αἰεὶ ἔτι καὶ ἐς ἐμὲ ὡς ἐτάχθησαν ἐξ Ἀρταφρένεος·
他不仅强迫他们这样做,还按“帕拉桑格”(波斯人对三十斯塔德的称呼)测量了他们的领土,正是根据这一测量,他为各城邦规定了贡赋,这些贡赋从那时起一直到我的时代都保持原样,正如阿尔塔弗雷内斯所规定的一样。
ἐτάχθησαν δὲ σχεδὸν κατὰ ταὐτὰ καὶ πρότερον εἶχον.
而规定的额度实际上与他们以前所承担的几乎相同。
καί σφι ταῦτα μὲν εἰρηναῖα ἦν.
这些措施为他们带来了和平。

词汇与语法注释

  1. §6.42.1ἐς νεῖκος φέρον — 现在分词,为主格中性单数,用作形容词修饰前文的代词 οὐδὲν,意为“(没有任何进一步的)导致对伊奥尼亚人敌对的事”。
  2. §6.42.1δωσίδικοι — 意为“服从裁判”或“同意法律解决”。指各城邦同意通过司法程序解决争端,而不是诉诸武力劫掠的自我救济。
  3. §6.42.1φέροιέν τε καὶ ἄγοιεν — 希腊语传统劫掠成语 φέρειν καὶ ἄγειν(字面意为“携带走并驱赶走”)的现在祈愿式第三人称复数。由于处于由过去时态主句动词 ἠνάγκασε 引导的 ἵνα 目的从句中,因时态呼应而使用祈愿式。
  4. §6.42.2οἳ κατὰ χώρην διατελέουσι ἔχοντες — 关系代词 οἳ(主格复数)指代前文的 φόροι(贡赋)。动词 διατελέω 结合分词 ἔχοντες(此处具有“保持、维持”的被动或不及物含义)表示状态的持续。κατὰ χώρην 是伊奥尼亚方言成语,意为“在原处、保持原样”。整体意为“这些贡赋一直保持原样”。

引用这一段

希罗多德, 历史 §6.42.1-6.42.2. Humanitext Reader, https://reader.humanitext.ai/zh/text/urn:cts:greekLit:tlg0016.tlg001.humanitext-grc2:6.42.1-6.42.2

请注明译文为AI草稿以及访问日期。

译文、注释与简介为AI生成的草稿,并根据读者反馈持续修订。