§5.13.1θωμάζων δὲ ὁ Δαρεῖος τά τε ἤκουσε ἐκ τῶν κατασκόπων καὶ τὰ αὐτὸς ὥρα, ἄγειν αὐτὴν ἐκέλευε ἑωυτῷ ἐς ὄψιν.
ダレイオスは、スパイたちから聞いたことと自ら目にしたことの両方に驚嘆し、彼女を自分の前に連れてくるように命じた。
ὡς δὲ ἄχθη, παρῆσαν καὶ οἱ ἀδελφεοὶ αὐτῆς οὔ κῃ πρόσω σκοπιὴν ἔχοντες τούτων.
彼女が連れてこられると、それほど遠くない場所から事の推移を見張っていた彼女の兄弟たちも姿を現した。
εἰρωτῶντος δὲ τοῦ Δαρείου ὁποδαπὴ εἴη, ἔφασαν οἱ νεηνίσκοι εἶναι Παίονες καὶ ἐκείνην εἶναι σφέων ἀδελφεήν.
ダレイオスが彼女はどこの国の人かと尋ねると、その若者たちは自分たちはパイオニア人であり、彼女は自分たちの姉妹であると言った。
§5.13.2ὃ δʼ ἀμείβετο, τίνες δὲ οἱ Παίονες ἄνθρωποι εἰσὶ καὶ κοῦ γῆς οἰκημένοι, καὶ τί κεῖνοι ἐθέλοντες ἔλθοιεν ἐς Σάρδις.
すると彼は答えて、パイオニア人とはいかなる人々で、地上のどこに住んでいるのか、また彼らは何を望んでサルディスにやってきたのかと尋ねた。
οἳ δέ οἱ ἔφραζον ὡς ἔλθοιεν μὲν ἐκείνῳ δώσοντες σφέας αὐτούς, εἴη δὲ ἡ Παιονίη ἐπὶ τῷ Στρυμόνι ποταμῷ πεπολισμένη, ὁ δὲ Στρυμὼν οὐ πρόσω τοῦ Ἑλλησπόντου, εἴησαν δὲ Τευκρῶν τῶν ἐκ Τροίης ἄποικοι.
彼らは彼に、自分たちは彼に身を捧げるためにやってきたこと、パイオニアはストリュモン川のほとりに築かれた街であること、ストリュモン川はヘレスポントスから遠くないこと、そして彼らはトロイアから来たテウクロイ人の植民者であることを説明した。
§5.13.3οἳ μὲν δὴ ταῦτα ἕκαστα ἔλεγον, ὁ δὲ εἰρώτα εἰ καὶ πᾶσαι αὐτόθι αἱ γυναῖκες εἴησαν οὕτω ἐργάτιδες.
彼らがこれらの詳細を語ると、彼は、現地の女性は皆このように働き者なのかと尋ねた。
οἳ δὲ καὶ τοῦτο ἔφασαν προθύμως οὕτω ἔχειν·
すると彼らは、それもまさにその通りであると熱心に答えた。
αὐτοῦ γὰρ ὦν τούτου εἵνεκα καὶ ἐποιέετο.
というのも、実にこのことのためにこそ、あのデモンストレーションは行われたからである。