§4.98.1ταῦτα δὲ εἴπας καὶ ἀπάψας ἅμματα ἑξήκοντα ἐν ἱμάντι καλέσας ἐς λόγους τοὺς Ἰώνων τυράννους ἔλεγε τάδε.
ダレイオスはこれらのことを語り、革紐に六十個の結び目を作ると、イオン人の僭主たちを会談に呼び寄せて、次のように語った。
§4.98.2ἄνδρες Ἴωνες, ἡ μὲν πρότερον γνώμη ἀποδεχθεῖσα ἐς τὴν γέφυραν μετείσθω μοι, ἔχοντες δὲ τὸν ἱμάντα τόνδε ποιέετε τάδε.
「イオン人の諸君よ、橋に関して以前私が表明した意見は、私によって撤回されるものとする。 諸君はこの革紐を受け取り、次のようにしなさい。
ἐπεὰν ἐμὲ ἴδητε τάχιστα πορευόμενον ἐπὶ Σκύθας, ἀπὸ τούτου ἀρξάμενοι τοῦ χρόνου λύετε ἅμμα ἓν ἑκάστης ἡμέρης·
私がスキタイ人に向けて出発するのを諸君が見届けるやいなや、その時を起点として、毎日一つずつ結び目をほどきなさい。
ἢν δὲ ἐν τούτῳ τῷ χρόνῳ μὴ παρέω ἀλλὰ διεξέλθωσι ὑμῖν αἱ ἡμέραι τῶν ἁμμάτων, ἀποπλέετε ἐς τὴν ὑμετέρην αὐτῶν.
もしこの期間内に私が姿を見せず、結び目の数にあたる日数が過ぎ去ってしまったなら、諸君は自分たちの国へと船で帰りなさい。
§4.98.3μέχρι δὲ τούτου, ἐπείτε οὕτω μετέδοξε, φυλάσσετε τὴν σχεδίην, πᾶσαν προθυμίην σωτηρίης τε καὶ φυλακῆς παρεχόμενοι.
しかしそれまでは、私の考えがこのように変わった以上、浮橋の安全と警備にあらゆる熱意を傾けて、これを守りなさい。
ταῦτα δὲ ποιεῦντες ἐμοὶ μεγάλως χαριεῖσθε.
このようにしてくれれば、私は諸君に大いに感謝するであろう。
Δαρεῖος μὲν ταῦτα εἴπας ἐς τὸ πρόσω ἐπείγετο.
」ダレイオスはこう語ると、前方へと急いだ。