§4.98.1ταῦτα δὲ εἴπας καὶ ἀπάψας ἅμματα ἑξήκοντα ἐν ἱμάντι καλέσας ἐς λόγους τοὺς Ἰώνων τυράννους ἔλεγε τάδε. §4.98.2ἄνδρες Ἴωνες, ἡ μὲν πρότερον γνώμη ἀποδεχθεῖσα ἐς τὴν γέφυραν μετείσθω μοι, ἔχοντες δὲ τὸν ἱμάντα τόνδε ποιέετε τάδε.
大流士说了这番话,并在皮带上打了六十个结,然后召集伊奥尼亚的僭主们进行会谈,对他们说道: “伊奥尼亚的男子汉们,我先前关于这座桥所表达的决定现予撤销。
ἐπεὰν ἐμὲ ἴδητε τάχιστα πορευόμενον ἐπὶ Σκύθας, ἀπὸ τούτου ἀρξάμενοι τοῦ χρόνου λύετε ἅμμα ἓν ἑκάστης ἡμέρης·
你们拿着这条皮带,并照这样做:一旦你们看到我向斯基泰人进军,就从那个时候开始,每天解开一个结。
ἢν δὲ ἐν τούτῳ τῷ χρόνῳ μὴ παρέω ἀλλὰ διεξέλθωσι ὑμῖν αἱ ἡμέραι τῶν ἁμμάτων, ἀποπλέετε ἐς τὴν ὑμετέρην αὐτῶν.
如果在这段时间内我没有回来,而对应结数的日子已经过去,你们就坐船回你们自己的国家去。
§4.98.3μέχρι δὲ τούτου, ἐπείτε οὕτω μετέδοξε, φυλάσσετε τὴν σχεδίην, πᾶσαν προθυμίην σωτηρίης τε καὶ φυλακῆς παρεχόμενοι.
但在此之前,既然我的想法已作如此改变,你们就要守住浮桥,为它的安全和防卫付出一切热忱。
ταῦτα δὲ ποιεῦντες ἐμοὶ μεγάλως χαριεῖσθε.
你们若这样做,便是帮了我大忙。
Δαρεῖος μὲν ταῦτα εἴπας ἐς τὸ πρόσω ἐπείγετο.
” 大流士说罢,便急忙向前进发。