§4.73.1οὕτω μὲν τοὺς βασιλέας θάπτουσι·
王たちの埋葬はこのように行われる。
τοὺς δὲ ἄλλους Σκύθας, ἐπεὰν ἀποθάνωσι, περιάγουσι οἱ ἀγχοτάτω προσήκοντες κατὰ τοὺς φίλους ἐν ἀμάξῃσι κειμένους.
一方、それ以外の一般のスキタイ人は、亡くなると、最も近い親族たちが荷車に横たえられた死者を友人たちのところへ連れ回す。
τῶν δὲ ἕκαστος ὑποδεκόμενος εὐωχέει τοὺς ἑπομένους, καὶ τῷ νεκρῷ ἁπάντων παραπλησίως παρατίθησι ὅσα τοῖσι ἄλλοισι.
彼らのうちの一人一人が彼らを迎え入れて、付き従う人々をもてなし、死者に対しても、他の人々(に供えるの)とほぼ同様にすべてのものを供える。
ἡμέρας δὲ τεσσεράκοντα οὕτω οἱ ἰδιῶται περιάγονται, ἔπειτα θάπτονται.
このようにして一般の人々は四十日間連れ回され、その後で埋葬される。
§4.73.2θάψαντες δὲ οἱ Σκύψαι καθαίρονται τρόπῳ τοιῷδε.
埋葬を終えると、スキタイ人たちは次のような方法で身を清める。
σμησάμενοι τὰς κεφαλὰς καὶ ἐκπλυνάμενοι ποιεῦσι περὶ τὸ σῶμα τάδε ἐπεὰν ξύλα στήσωσι τρία ἐς ἄλληλα κεκλιμένα, περὶ ταῦτα πίλους εἰρινέους περιτείνουσι, συμφράξαντες δὲ ὡς μάλιστα λίθους ἐκ πυρὸς διαφανέας ἐσβάλλουσι ἐς σκάφην κειμένην ἐν μέσῳ τῶν ξύλων τε καὶ τῶν πίλων.
まず頭に油を塗って洗い流し、それから身体については次のように行う。 三本の木を互いに立てかけて立て、その周囲に羊毛のフェルトを張り巡らせ、できるだけ密閉したうえで、木とフェルトの真ん中に置かれた桶の中に、火で真っ赤に焼けた石を投げ入れる。