§4.74.1ἔστι δέ σφι κάνναβις φυομένη ἐν τῇ χώρῃ πλὴν παχύτητος καὶ μεγάθεος τῷ λίνῳ ἐμφερεστάτη·
彼らの国には大麻が生育しているが、これは太さと大きさを除けば、亜麻に極めてよく似ている。
ταύτῃ δὲ πολλῷ ὑπερφέρει ἡ κάνναβις.
しかし、この点においては、大麻の方がはるかに勝っている。
αὕτη καὶ αὐτομάτη καὶ σπειρομένη φύεται, καὶ ἐξ αὐτῆς Θρήικες μὲν καὶ εἵματα ποιεῦνται τοῖσι λινέοισι ὁμοιότατα·
これは自生もすれば、種を蒔かれて育ちもする。 そして、トラキア人などはこれから、亜麻布の衣服に極めてよく似た衣服を作っている。
οὐδʼ ἄν, ὅστις μὴ κάρτα τρίβων εἴη αὐτῆς, διαγνοίη λίνου ἢ καννάβιος ἐστί·
これに極めて熟練している者でなければ、それが亜麻のものか大麻のものか見分けがつかないほどである。
ὃς δὲ μὴ εἶδε κω τὴν κανναβίδα, λίνεον δοκήσει εἶναι τὸ εἷμα.
また、大麻をまだ見たことがない者は、その衣服を亜麻製だと思うことであろう。