§4.73.1οὕτω μὲν τοὺς βασιλέας θάπτουσι· τοὺς δὲ ἄλλους Σκύθας, ἐπεὰν ἀποθάνωσι, περιάγουσι οἱ ἀγχοτάτω προσήκοντες κατὰ τοὺς φίλους ἐν ἀμάξῃσι κειμένους.
In this manner they bury their kings; but as for the other Scythians, when they die, their nearest kinsmen carry them around among their friends, lying in wagons.
τῶν δὲ ἕκαστος ὑποδεκόμενος εὐωχέει τοὺς ἑπομένους, καὶ τῷ νεκρῷ ἁπάντων παραπλησίως παρατίθησι ὅσα τοῖσι ἄλλοισι.
And each of these, receiving them, entertains those who follow, and sets before the dead person also a portion of all things nearly equal to what is given to the others.
ἡμέρας δὲ τεσσεράκοντα οὕτω οἱ ἰδιῶται περιάγονται, ἔπειτα θάπτονται.
For forty days in this way ordinary individuals are carried around, and then they are buried.
§4.73.2θάψαντες δὲ οἱ Σκύψαι καθαίρονται τρόπῳ τοιῷδε. σμησάμενοι τὰς κεφαλὰς καὶ ἐκπλυνάμενοι ποιεῦσι περὶ τὸ σῶμα τάδε ἐπεὰν ξύλα στήσωσι τρία ἐς ἄλληλα κεκλιμένα, περὶ ταῦτα πίλους εἰρινέους περιτείνουσι, συμφράξαντες δὲ ὡς μάλιστα λίθους ἐκ πυρὸς διαφανέας ἐσβάλλουσι ἐς σκάφην κειμένην ἐν μέσῳ τῶν ξύλων τε καὶ τῶν πίλων.
And having buried them, the Scythians cleanse themselves in this manner: having rubbed and washed their heads, they do as follows with regard to their bodies; when they have set up three poles leaning against one another, they stretch woolen felts around them, and having closed them up as tightly as possible, they throw stones made red-hot by fire into a basin lying in the middle of the poles and the felts.