Humanitext Reader

ヘロドトス · 歴史 §4.72.1-4.72.5

スキタイ王の一周忌における騎兵と馬の殉葬

636 / 1577 箇所 · ギリシア語

要旨

王の死から一年後、スキタイ人は殉葬のために50人の若い召使と50頭の名馬を絞め殺し、防腐処理を施したのち、それらを木製の枠と柱を用いて騎兵の姿で王墓の周囲に円状に配置する。

§4.72.1ἐνιαυτοῦ δὲ περιφερομένου αὖτις ποιεῦσι τοιόνδε·
一年が巡ってくると、彼らは再び次のようなことを行う。
λαβόντες τῶν λοιπῶν θεραπόντων τοὺς ἐπιτηδεοτάτους (οἳ δὲ εἰσὶ Σκύθαι ἐγγενέες·
残りの召使たちのうち最も適した者たちを捕らえて(これらは生粋のスキタイ人である。
οὗτοι γὰρ θεραπεύουσι τοὺς ἂν αὐτὸς ὁ βασιλεὺς κελεύσῃ ἀργυρώνητοι δὲ οὐκ εἰσί σφι θεράποντες), §4.72.2τούτων ὦν τῶν διηκόνων ἐπεὰν ἀποπνίξωσι πεντήκοντα καὶ ἵππους τοὺς καλλίστους πεντήκοντα, ἐξελόντες αὐτῶν τὴν κοιλίην καὶ καθήραντες ἐμπιπλᾶσι ἀχύρων καὶ συρράπτουσι.
なぜなら、彼らは王自身が命じる者たちを召し使うのであって、彼らには金で買われた召使はいないからである)、これら仕える者のうち五十人を、また最も美しい馬五十頭を絞め殺したのち、それらの腹部を取り出して清め、もみがらを満たして縫い合わせる。
§4.72.3ἁψῖδος δὲ ἥμισυ ἐπὶ δύο ξύλα στήσαντες ὕπτιον καὶ τὸ ἕτερον ἥμισυ τῆς ἁψῖδος ἐπʼ ἕτερα δύο, καταπήξαντες τρόπῳ τοιούτῳ πολλὰ ταῦτα, ἔπειτα τῶν ἵππων κατὰ τὰ μήκεα ξύλα παχέα διελάσαντες μέχρι τῶν τραχήλων ἀναβιβάζουσι αὐτοὺς ἐπὶ τὰς ἁψῖδας·
半円形の枠の半分を二本の杭の上に仰向けに据え、その枠のもう半分を別の二本の杭の上に据えて、このような方法でこれらを多数地面に打ち込み、それから、馬たちの体長に沿って太い棒を首まで突き通したのち、それらを枠の上に載せる。
§4.72.4τῶν δὲ αἱ μὲν πρότεραι ἀψῖδες ὑπέχουσι τοὺς ὤμους τῶν ἵππων, αἱ δὲ ὄπισθε παρὰ τοὺς μηροὺς τὰς γαστέρας ὑπολαμβάνουσι·
その枠のうち、前方の枠は馬の肩を支え、後方の枠は腿の近くで腹部を下から支える。
σκέλεα δὲ ἀμφότερα κατακρέμαται μετέωρα.
そして前後両方の脚は宙にぶら下がった状態になる。
χαλινοὺς δὲ καὶ στόμια ἐμβαλόντες ἐς τοὺς ἵππους κατατείνουσι ἐς τὸ πρόσθε αὐτῶν καὶ ἔπειτα ἐκ πασσάλων δέουσι.
さらに馬たちに手綱とハミを装着し、それを馬の前に引っ張って伸ばし、杭に縛り付ける。
§4.72.5τῶν δὲ δὴ νεηνίσκων τῶν ἀποπεπνιγμένων τῶν πεντήκοντα ἕνα ἕκαστον ἀναβιβάζουσι ἐπὶ τὸν ἵππον, ὧδε ἀναβιβάζοντες, ἐπεὰν νεκροῦ ἑκάστου παρὰ τὴν ἄκανθαν ξύλον ὀρθὸν διελάσωσι μέχρι τοῦ τραχήλου·
そして、絞め殺された五十人の若者のうち一人一人をそれぞれの馬の上に載せる。 その載せ方は次の通りである。
κάτωθεν δὲ ὑπερέχει τοῦ ξύλου τούτου τὸ ἐς τόρμον πηγνύουσι τοῦ ἑτέρου ξύλου τοῦ διὰ τοῦ ἵππου.
死者一人一人の背骨に沿って真っ直ぐな木を首まで突き通し、この木の下部は外に突き出ており、それを、馬を貫いているもう一方の木の枘穴に差し込む。
ἐπιστήσαντες δὲ κύκλῳ τὸ σῆμα ἱππέας τοιούτους ἀπελαύνουσι.
墓の周囲にこのような騎兵たちを円状に配置すると、彼らは立ち去る。

語釈・文法注

  1. 4.72.1τοὺς ἂν αὐτὸς ὁ βασιλεὺς κελεύσῃ — 関係代名詞 ὅς + ἄν + 接続法が用いられ、「王が自ら命じる者なら誰でも」という一般化・普遍化の条件を表す。先行詞(τοὺς)は動詞 θεραπεύουσι(仕える/召し使う)の直接目的語である。
  2. 4.72.3ὕπτιον — 形容詞 ὕπτιος(仰向けの、逆さまの)の中性単数対格形が副詞的に用いられている。「半円形の枠(ἁψῖδος ἥμισυ)」が、凹面を上に向けて(U字型に)設置される様子を表す。
  3. 4.72.5τὸ ἐς τόρμον πηγνύουσι — 冠詞の中性単数形 τὸ が、イオン方言の特徴である関係代名詞として用いられている(関係代名詞 ὅ または ὅτι に相当)。先行詞は主節の主語である「この木の突き出た部分(ὑπερέχει ...)」であり、関係節内では πηγνύουσι の直接目的語となっている。

この箇所を引用する

ヘロドトス, 歴史 §4.72.1-4.72.5. Humanitext Reader, https://reader.humanitext.ai/text/urn:cts:greekLit:tlg0016.tlg001.humanitext-grc2:4.72.1-4.72.5

AIによる草稿訳である旨と閲覧日を添えてください。

訳文・注・要旨はAIによる草稿で、読者の指摘により改訂されています。