§4.73.1οὕτω μὲν τοὺς βασιλέας θάπτουσι·
国王们的埋葬仪式便是如此。
τοὺς δὲ ἄλλους Σκύθας, ἐπεὰν ἀποθάνωσι, περιάγουσι οἱ ἀγχοτάτω προσήκοντες κατὰ τοὺς φίλους ἐν ἀμάξῃσι κειμένους.
而至于其他的普通斯基泰人,当他们去世时,最亲近的亲属会把躺在马车上的死者抬着,在朋友们中间巡回。
τῶν δὲ ἕκαστος ὑποδεκόμενος εὐωχέει τοὺς ἑπομένους, καὶ τῷ νεκρῷ ἁπάντων παραπλησίως παρατίθησι ὅσα τοῖσι ἄλλοισι.
他们中的每一个人都会接待并款待随行的人,并且也给死者献上与给其他人几乎相同的全份食物。
ἡμέρας δὲ τεσσεράκοντα οὕτω οἱ ἰδιῶται περιάγονται, ἔπειτα θάπτονται.
普通人就这样被抬着巡回四十天,然后才被埋葬。
§4.73.2θάψαντες δὲ οἱ Σκύψαι καθαίρονται τρόπῳ τοιῷδε. σμησάμενοι τὰς κεφαλὰς καὶ ἐκπλυνάμενοι ποιεῦσι περὶ τὸ σῶμα τάδε ἐπεὰν ξύλα στήσωσι τρία ἐς ἄλληλα κεκλιμένα, περὶ ταῦτα πίλους εἰρινέους περιτείνουσι, συμφράξαντες δὲ ὡς μάλιστα λίθους ἐκ πυρὸς διαφανέας ἐσβάλλουσι ἐς σκάφην κειμένην ἐν μέσῳ τῶν ξύλων τε καὶ τῶν πίλων.
埋葬完死者后,斯基泰人以如下方式进行净化:他们先擦洗并冲洗头部,然后对身体进行如下处理:他们将三根木头互相倾斜着立起来,在这些木头周围拉起羊毛毡,尽可能严密地遮蔽起来,然后把在火中烧得通红的石头扔进放在木头和毛毡正中间的一个盆里。