§4.112.1ἐπεὶ δὲ ἔμαθον αὐτοὺς αἱ Ἀμαζόνες ἐπʼ οὐδεμιῇ δηλήσι ἀπιγμένους, ἔων χαίρειν·
しかし、アマゾネスたちは、彼らがいかなる危害も加えるつもりなくやって来たのだと知ると、彼らをそのままにしておいた。
προσεχώρεον δὲ πλησιαιτέρω τὸ στρατόπεδον τῷ στρατοπέδῳ ἐπʼ ἡμέρῃ ἑκάστῃ.
そして、日ごとに彼女たちの陣営を、彼らの陣営のより近くへと進めていった。
εἶχον δὲ οὐδὲν οὐδʼ οἱ νεηνίσκοι, ὥσπερ αἱ Ἀμαζόνες, εἰ μὴ τὰ ὅπλα καὶ τοὺς ἵππους, ἀλλὰ ζόην ἔζωον τὴν αὐτὴν ἐκείνῃσι, θηρεύοντές τε καὶ ληιζόμενοι.
また、若者たちの側も、アマゾネスたちと同様に武器と馬のほかには何も持っておらず、狩りをし略奪をしながら、彼女たちと同じ生活を送っていた。