§4.112.1ἐπεὶ δὲ ἔμαθον αὐτοὺς αἱ Ἀμαζόνες ἐπʼ οὐδεμιῇ δηλήσι ἀπιγμένους, ἔων χαίρειν· προσεχώρεον δὲ πλησιαιτέρω τὸ στρατόπεδον τῷ στρατοπέδῳ ἐπʼ ἡμέρῃ ἑκάστῃ.
When the Amazons found out that they had come with no intent to do any harm, they let them be; and day by day they brought their camp closer to that of the young men.
εἶχον δὲ οὐδὲν οὐδʼ οἱ νεηνίσκοι, ὥσπερ αἱ Ἀμαζόνες, εἰ μὴ τὰ ὅπλα καὶ τοὺς ἵππους, ἀλλὰ ζόην ἔζωον τὴν αὐτὴν ἐκείνῃσι, θηρεύοντές τε καὶ ληιζόμενοι.
And the young men, like the Amazons, had nothing except their weapons and their horses, but lived the same life as they did, hunting and plundering.