§3.9.1ἐπεὶ ὦν τὴν πίστιν τοῖσι ἀγγέλοισι τοῖσι παρὰ Καμβύσεω ἀπιγμένοισι ἐποιήσατο ὁ Ἀράβιος, ἐμηχανᾶτο τοιάδε·
そこで、アラビア人はカンビュセスのもとから到着した使者たちと信誓を交わすと、次のような手段を講じた。
ἀσκοὺς καμήλων πλήσας, ὕδατος ἐπέσαξε ἐπὶ τὰς ζωὰς τῶν καμήλων πάσας, τοῦτο δὲ ποιήσας ἤλασε ἐς τὴν ἄνυδρον καὶ ὑπέμενε ἐνθαῦτα τὸν Καμβύσεω στρατόν.
すなわち、ラクダの皮袋に水を満たし、すべての生きたラクダにこれらを載せ、これを行うと、彼はそれらを水のない地へと追い進め、そこでカンビュセスの軍勢を待ち受けた。
§3.9.2οὗτος μὲν ὁ πιθανώτερος τῶν λόγων εἴρηται, δεῖ δὲ καὶ τὸν ἧσσον πιθανόν, ἐπεί γε δὴ λέγεται, ῥηθῆναι.
これが二つの説のうち、より信憑性の高い方であるが、信憑性はより低いとはいえ、語られている以上は、もう一方の説も語られねばならない。
ποταμός ἐστι μέγας ἐν τῇ Ἀραβίῃ τῷ οὔνομα Κόρυς, ἐκδιδοῖ δὲ οὗτος ἐς τὴν Ἐρυθρὴν καλεομένην θάλασσαν·
アラビアには、コリュスという名の一つの大きな川があり、これは紅海と呼ばれる海に流れ込んでいる。
§3.9.3ἀπὸ τούτου δὴ ὦν τοῦ ποταμοῦ λέγεται τὸν βασιλέα τῶν Ἀραβίων, ῥαψάμενον τῶν ὠμοβοέων καὶ τῶν ἄλλων δερμάτων ὀχετὸν μήκεϊ ἐξικνεύμενον ἐς τὴν ἄνυδρον, ἀγαγεῖν διὰ δὴ τούτων τὸ ὕδωρ, ἐν δὲ τῇ ἀνύδρῳ μεγάλας δεξαμενὰς ὀρύξασθαι, ἵνα δεκόμεναι τὸ ὕδωρ σώζωσι.
そこで、この川から、アラビアの王が、生皮やその他の皮を縫い合わせて、水のない地にまで届く長さの導管を作り、まさにこれらを通して水を導き、水のない地に大きな貯水槽を掘って、水を受け止めて蓄えておくようにした、と言われている。
§3.9.4ὁδὸς δʼ ἐστὶ δυώδεκα ἡμερέων ἀπὸ τοῦ ποταμοῦ ἐς ταύτην τὴν ἄνυδρον.
その川から、この水のない地までは十二日間の道のりである。
ἄγειν δέ μιν διʼ ὀχετῶν τριῶν ἐς τριξὰ χωρία.
そして、王は三つの導管を通して、三つの異なる場所にそれを導いたという。