§3.8.1σέβονται δὲ Ἀράβιοι πίστις ἀνθρώπων ὅμοια τοῖσι μάλιστα, ποιεῦνται δὲ αὐτὰς τρόπῳ τοιῷδε·
アラビア人は人間の信誓を最も重んじる人々と同じくらい強く尊重し、次のような方法でそれを交わす。
τῶν βουλομένων τὰ πιστὰ ποιέεσθαι ἄλλος ἀνήρ, ἀμφοτέρων αὐτῶν ἐν μέσῳ ἑστεώς, λίθῳ ὀξέι τὸ ἔσω τῶν χειρῶν παρὰ τοὺς δακτύλους τοὺς μεγάλους ἐπιτάμνει τῶν ποιευμένων τὰς πίστις, καὶ ἔπειτα λαβὼν ἐκ τοῦ ἱματίου ἑκατέρου κροκύδα ἀλείφει τῷ αἵματι ἐν μέσῳ κειμένους λίθους ἑπτά·
信誓を交わそうとする者たちとは別の男が、彼ら両方の真ん中に立ち、鋭い石で、信誓を交わす者たちの親指の近くの手の内側を切り、それから彼らそれぞれの衣服から糸屑を取って、真ん中に置かれている七つの石にその血を塗る。
τοῦτο δὲ ποιέων ἐπικαλέει τε τὸν Διόνυσον καὶ τὴν Οὐρανίην.
これを行いながら、彼はディオニュソスとウラニアを呼び求める。
§3.8.2ἐπιτελέσαντος δὲ τούτου ταῦτα, ὁ τὰς πίστις ποιησάμενος τοῖσι φίλοισι παρεγγυᾷ τὸν ξεῖνον ἢ καὶ τὸν ἀστόν, ἢν πρὸς ἀστὸν ποιέηται· οἱ δὲ φίλοι καὶ αὐτοὶ τὰς πίστις δικαιεῦσι σέβεσθαι.
この男がこれらのことを終えると、信誓を交わした者は友人たちにその客友を、あるいはもし同胞の市民を相手に交わしたのであればその市民を委ねて紹介し、友人たち自身もまたその信誓を尊重すべきであると考える。
§3.8.3Διόνυσον δὲ θεῶν μοῦνον καὶ τὴν Οὐρανίην ἡγέονται εἶναι, καὶ τῶν τριχῶν τὴν κουρὴν κείρεσθαι φασὶ κατά περ αὐτὸν τὸν Διόνυσον κεκάρθαι·
彼らは、神々の中ではディオニュソスとウラニアだけが存在すると信じており、髪の切り方については、ディオニュソス自身が刈り込んでいるのと同様に自分たちも刈っていると言う。
κείρονται δὲ περιτρόχαλα, ὑποξυρῶντες τοὺς κροτάφους.
彼らはこめかみの部分を剃り落として、丸く髪を刈るのである。
ὀνομάζουσι δὲ τὸν μὲν Διόνυσον Ὀροτάλτ, τὴν δὲ Οὐρανίην Ἀλιλάτ.
彼らはディオニュソスをオロタルト、ウラニアをアリラトと呼んでいる。