§3.9.1ἐπεὶ ὦν τὴν πίστιν τοῖσι ἀγγέλοισι τοῖσι παρὰ Καμβύσεω ἀπιγμένοισι ἐποιήσατο ὁ Ἀράβιος, ἐμηχανᾶτο τοιάδε· ἀσκοὺς καμήλων πλήσας, ὕδατος ἐπέσαξε ἐπὶ τὰς ζωὰς τῶν καμήλων πάσας, τοῦτο δὲ ποιήσας ἤλασε ἐς τὴν ἄνυδρον καὶ ὑπέμενε ἐνθαῦτα τὸν Καμβύσεω στρατόν.
Now when the Arabian had made the pledge with the messengers who had arrived from Cambyses, he devised the following: having filled camel-skins with water, he loaded them upon all his living camels, and having done this, he drove them into the waterless country and there awaited the army of Cambyses.
§3.9.2οὗτος μὲν ὁ πιθανώτερος τῶν λόγων εἴρηται, δεῖ δὲ καὶ τὸν ἧσσον πιθανόν, ἐπεί γε δὴ λέγεται, ῥηθῆναι.
This, indeed, is the more credible of the accounts that have been told, but it is necessary that the less credible one also be told, since indeed it is told.
ποταμός ἐστι μέγας ἐν τῇ Ἀραβίῃ τῷ οὔνομα Κόρυς, ἐκδιδοῖ δὲ οὗτος ἐς τὴν Ἐρυθρὴν καλεομένην θάλασσαν·
There is a great river in Arabia named Corys, and this empties into the sea called Red.
§3.9.3ἀπὸ τούτου δὴ ὦν τοῦ ποταμοῦ λέγεται τὸν βασιλέα τῶν Ἀραβίων, ῥαψάμενον τῶν ὠμοβοέων καὶ τῶν ἄλλων δερμάτων ὀχετὸν μήκεϊ ἐξικνεύμενον ἐς τὴν ἄνυδρον, ἀγαγεῖν διὰ δὴ τούτων τὸ ὕδωρ, ἐν δὲ τῇ ἀνύδρῳ μεγάλας δεξαμενὰς ὀρύξασθαι, ἵνα δεκόμεναι τὸ ὕδωρ σώζωσι.
Now from this river, it is said that the king of the Arabians, having sewn together a conduit of raw ox-hides and other skins reaching in length all the way to the waterless country, led the water indeed through these, and dug great cisterns in the waterless country, so that receiving the water they might preserve it.
§3.9.4ὁδὸς δʼ ἐστὶ δυώδεκα ἡμερέων ἀπὸ τοῦ ποταμοῦ ἐς ταύτην τὴν ἄνυδρον. ἄγειν δέ μιν διʼ ὀχετῶν τριῶν ἐς τριξὰ χωρία.
And it is a journey of twelve days from the river to this waterless country; and they say that he led it through three conduits to three different places.