§3.36.1ταῦτα δέ μιν ποιεῦντα ἐδικαίωσε Κροῖσος ὁ Λυδὸς νουθετῆσαι τοῖσιδε τοῖσι ἔπεσι.
カンビュセスがこれらのことを行っているのを見て、リディア人のクロイソスは、次のような言葉で彼を諫めるのがよいと考えた。
ὦ βασιλεῦ, μὴ πάντα ἡλικίῃ καὶ θυμῷ ἐπίτραπε, ἀλλʼ ἴσχε καὶ καταλάμβανε σεωυτόν·
「王よ、すべてを若さと怒りに任せてしまわれるな。 そうではなく、ご自身を抑制し、踏みとどまらせてくだされ。
ἀγαθόν τι πρόνοον εἶναι, σοφὸν δὲ ἡ προμηθίη.
あらかじめ深く配慮することは良いことであり、思慮深さは賢明なことです。
σὺ δὲ κτείνεις μὲν ἄνδρας σεωυτοῦ πολιήτας ἐπʼ οὐδεμιῇ αἰτίῃ ἀξιοχρέῳ ἑλών, κτείνεις δὲ παῖδας.
それなのに、あなたはご自身の市民である人々を、何のまっとうな理由もないのに捕らえて殺し、さらに子供たちまで殺しておられる。
§3.36.2ἢν δὲ πολλὰ τοιαῦτα ποιέῃς, ὅρα ὅκως μή σευ ἀποστήσονται Πέρσαι.
もしこのようなことを何度も重ねられるなら、ペルシア人たちがあなたに反旗を翻さぬようお気をつけくだされ。
ἐμοὶ δὲ πατὴρ σὸς Κῦρος ἐνετέλλετο πολλὰ κελεύων σε νουθετέειν καὶ ὑποτίθεσθαι ὅ τι ἂν εὑρίσκω ἀγαθόν.
私に対しては、あなたの父キュロスが、あなたを幾度も諫め、私が良いと思うことを何でも提案するようにと強く命じておられたのです。
ὃ μὲν δὴ εὐνοίην φαίνων συνεβούλευέ οἱ ταῦτα· ὃ δʼ ἀμείβετο τοῖσιδε.
」クロイソスは好意を示してこのように彼に助言したのであるが、カンビュセスは次のように答えた。
§3.36.3σὺ καὶ ἐμοὶ τολμᾷς συμβουλεύειν, ὃς χρηστῶς μὲν τὴν σεωυτοῦ πατρίδα ἐπετρόπευσας, εὖ δὲ τῷ πατρὶ τῷ ἐμῷ συνεβούλευσας, κελεύων αὐτὸν Ἀράξεα ποταμὸν διαβάντα ἰέναι ἐπὶ Μασσαγέτας, βουλομένων ἐκείνων διαβαίνειν ἐς τὴν ἡμετέρην, καὶ ἀπὸ μὲν σεωυτὸν ὤλεσας τῆς σεωυτοῦ πατρίδος κακῶς προστάς, ἀπὸ δὲ ὤλεσας Κῦρον πειθόμενον σοί, ἀλλʼ οὔτι χαίρων, ἐπεί τοι καὶ πάλαι ἐς σὲ προφάσιός τευ ἐδεόμην ἐπιλαβέσθαι.
「そなたは私にまで助言しようというのか。 己の祖国を(見事に)統治し、私の父に対しては、マッサゲタイ人が我々の土地に渡ることを望んでいたというのに、自らアラクセス川を渡って彼らに立ち向かうよう勧めて、立派な助言をしてくれたあのそなたが。 そなたは己の祖国を誤って治めて自身を破滅させ、そなたを信じたキュロスをも破滅させたのだ。 だが、ただでは済まぬぞ。 かねてより私は、そなたを捕らえるための何らかの口実を必要としていたのだからな。
§3.36.4ταῦτα δὲ εἴπας ἐλάμβανε τὸ τόξον ὡς κατατοξεύσων αὐτόν, Κροῖσος δὲ ἀναδραμὼν ἔθεε ἔξω.
」こう言うと、カンビュセスは彼を射殺そうと弓を手にしたが、クロイソスは飛び起きて外へ逃げ去った。
ὁ δὲ ἐπείτε τοξεῦσαι οὐκ εἶχε, ἐνετείλατο τοῖσι θεράπουσι λαβόντας μιν ἀποκτεῖναι.
カンビュセスは矢を放つことができなくなると、従者たちに、彼を捕らえて殺すようにと命じた。
§3.36.5οἱ δὲ θεράποντες ἐπιστάμενοι τὸν τρόπον αὐτοῦ κατακρύπτουσι τὸν Κροῖσον ἐπὶ τῷδε τῷ λόγῳ ὥστε, εἰ μὲν μεταμελήσῃ τῷ Καμβύσῃ καὶ ἐπιζητέῃ τὸν Κροῖσον, οἳ δὲ ἐκφήναντες αὐτὸν δῶρα λάμψονται ζωάγρια Κροίσου, ἢν δὲ μὴ μεταμέληται μηδὲ ποθέῃ μιν, τότε καταχρᾶσθαι.
しかし従者たちは、彼の気性をよく知っていたので、次のような思惑からクロイソスを密かに隠しておいた。 すなわち、もしカンビュセスが後悔してクロイソスを捜し求めるならば、彼を連れ出してクロイソスの命を救った褒美を受け取ることにし、もし彼が後悔もせずクロイソスを恋しがりもしないならば、その時に彼を殺してしまおうと考えたのである。
§3.36.6ἐπόθησέ τε δὴ ὁ Καμβύσης τὸν Κροῖσον οὐ πολλῷ μετέπειτα χρόνῳ ὕστερον, καὶ οἱ θεράποντες μαθόντες τοῦτο ἐπηγγέλλοντο αὐτῷ ὡς περιείη.
実際、それから間もなくして、カンビュセスはクロイソスを恋しがるようになり、従者たちはこれを知ると、彼が生き延びていることを彼に報告した。
Καμβύσης δὲ Κροίσῳ μὲν συνήδεσθαι ἔφη περιεόντι, ἐκείνους μέντοι τοὺς περιποιήσαντας οὐ καταπροΐξεσθαι ἀλλʼ ἀποκτενέειν· καὶ ἐποίησε ταῦτα.
カンビュセスはクロイソスが生きていたことを喜ぶと言ったものの、彼を生き延びさせた者たちについては、ただでは済まさず殺してやると言い、実際にその通りに実行した。