Humanitext Reader

希罗多德 · 历史 §3.36.1-3.36.6

克罗索斯的劝谏与冈比西斯的震怒

第 440 段,共 1577 段 · 希腊语

内容简介

克罗索斯劝谏冈比西斯的暴行,反遭冈比西斯欲将其射杀。仆人们私下保护了克罗索斯的性命,并在冈比西斯后悔时将他带出,冈比西斯虽感高兴,却因仆人们违抗命令而将他们处死。

§3.36.1ταῦτα δέ μιν ποιεῦντα ἐδικαίωσε Κροῖσος ὁ Λυδὸς νουθετῆσαι τοῖσιδε τοῖσι ἔπεσι. ὦ βασιλεῦ, μὴ πάντα ἡλικίῃ καὶ θυμῷ ἐπίτραπε, ἀλλʼ ἴσχε καὶ καταλάμβανε σεωυτόν·
当冈比西斯做出这些行径时,吕底亚人克罗索斯认为应当用以下的话来劝诫他: “大王啊,请不要把一切都任凭年轻气盛和一时愤怒来支配,而要克制并约束自己。
ἀγαθόν τι πρόνοον εἶναι, σοφὸν δὲ ἡ προμηθίη.
凡事预先思虑是好事,深谋远虑才是明智。
σὺ δὲ κτείνεις μὲν ἄνδρας σεωυτοῦ πολιήτας ἐπʼ οὐδεμιῇ αἰτίῃ ἀξιοχρέῳ ἑλών, κτείνεις δὲ παῖδας.
然而,您却在毫无正当理由的情况下抓捕并杀害您自己的公民,甚至还杀害孩子们。
§3.36.2ἢν δὲ πολλὰ τοιαῦτα ποιέῃς, ὅρα ὅκως μή σευ ἀποστήσονται Πέρσαι.
如果您屡次做出这种事情,请千万小心,免得波斯人背叛您。
ἐμοὶ δὲ πατὴρ σὸς Κῦρος ἐνετέλλετο πολλὰ κελεύων σε νουθετέειν καὶ ὑποτίθεσθαι ὅ τι ἂν εὑρίσκω ἀγαθόν.
您的父亲居鲁士曾多次嘱咐我,命令我劝诫您,并把我所发现的任何益处都向您提出建议。
ὃ μὲν δὴ εὐνοίην φαίνων συνεβούλευέ οἱ ταῦτα· ὃ δʼ ἀμείβετο τοῖσιδε.
” 克罗索斯出于好意向他提出了这些建议,而冈比西斯则用以下的话回答道: “你竟然也敢来指点我?
§3.36.3σὺ καὶ ἐμοὶ τολμᾷς συμβουλεύειν, ὃς χρηστῶς μὲν τὴν σεωυτοῦ πατρίδα ἐπετρόπευσας, εὖ δὲ τῷ πατρὶ τῷ ἐμῷ συνεβούλευσας, κελεύων αὐτὸν Ἀράξεα ποταμὸν διαβάντα ἰέναι ἐπὶ Μασσαγέτας, βουλομένων ἐκείνων διαβαίνειν ἐς τὴν ἡμετέρην, καὶ ἀπὸ μὲν σεωυτὸν ὤλεσας τῆς σεωυτοῦ πατρίδος κακῶς προστάς, ἀπὸ δὲ ὤλεσας Κῦρον πειθόμενον σοί, ἀλλʼ οὔτι χαίρων, ἐπεί τοι καὶ πάλαι ἐς σὲ προφάσιός τευ ἐδεόμην ἐπιλαβέσθαι.
你这个把自己的祖国治理得‘好极了’、又给我父亲出了‘好主意’的人——当初马萨革泰人本想渡河进入我们的国土,你却命令他渡过阿拉克斯河去进攻他们。 你一方面因治理不善而毁灭了自己的祖国,另一方面又毁灭了听信你的居鲁士。 但你绝不会落得好下场,因为其实很久以来,我就一直在寻找对你下手的借口。
§3.36.4ταῦτα δὲ εἴπας ἐλάμβανε τὸ τόξον ὡς κατατοξεύσων αὐτόν, Κροῖσος δὲ ἀναδραμὼν ἔθεε ἔξω.
” 说完这些话,冈比西斯便拿起弓准备将他射杀,克罗索斯则一跃而起,逃到了外面。
ὁ δὲ ἐπείτε τοξεῦσαι οὐκ εἶχε, ἐνετείλατο τοῖσι θεράπουσι λαβόντας μιν ἀποκτεῖναι.
由于无法射中,冈比西斯便命令仆人们将他抓住并处死。
§3.36.5οἱ δὲ θεράποντες ἐπιστάμενοι τὸν τρόπον αὐτοῦ κατακρύπτουσι τὸν Κροῖσον ἐπὶ τῷδε τῷ λόγῳ ὥστε, εἰ μὲν μεταμελήσῃ τῷ Καμβύσῃ καὶ ἐπιζητέῃ τὸν Κροῖσον, οἳ δὲ ἐκφήναντες αὐτὸν δῶρα λάμψονται ζωάγρια Κροίσου, ἢν δὲ μὴ μεταμέληται μηδὲ ποθέῃ μιν, τότε καταχρᾶσθαι.
然而,仆人们深知他的脾气,便出于以下打算把克罗索斯藏了起来:如果冈比西斯后悔并寻找克罗索斯,他们就可以把他带出来,从而获得保全克罗索斯性命的赏赐;但如果冈比西斯不后悔也不思念他,那他们到时再把他处死。
§3.36.6ἐπόθησέ τε δὴ ὁ Καμβύσης τὸν Κροῖσον οὐ πολλῷ μετέπειτα χρόνῳ ὕστερον, καὶ οἱ θεράποντες μαθόντες τοῦτο ἐπηγγέλλοντο αὐτῷ ὡς περιείη.
没过多久,冈比西斯果然开始思念克罗索斯。 仆人们得知后,便向他报告说克罗索斯还活着。
Καμβύσης δὲ Κροίσῳ μὲν συνήδεσθαι ἔφη περιεόντι, ἐκείνους μέντοι τοὺς περιποιήσαντας οὐ καταπροΐξεσθαι ἀλλʼ ἀποκτενέειν·
冈比西斯说,他为克罗索斯还活着感到高兴,但那些私自保全他性命的人,他绝不宽恕,必须要处死他们。
καὶ ἐποίησε ταῦτα.
他也确实这样做了。

词汇与语法注释

  1. §3.36.1νουθετῆσαι — 主动词 ἐδικαίωσε(认为应该……)的补足不定式。该不定式的直接宾语是单数对格代词 μιν(指冈比西斯),现在分词 ποιεῦντα(做……)作为同位修饰语修饰 μιν。
  2. §3.36.3ἀπὸ μὲν σεωυτὸν ὤλεσας — 分离(tmesis)构词的例子。复合动词 ἀπόλλυμι(毁灭)的接头辞 ἀπό 与动词本体 ὤλεσας(过去时第二人称单数)被小词 μέν 和宾语 σεωυτόν 隔开。后半句的 ἀπὸ δὲ ὤλεσας 亦同。
  3. §3.36.3τῆς σεωυτοῦ πατρίδος — 属格,由分词 προστάς(来自 προΐστημι,意为“治理、领导”)支配,表示“因对你自己的祖国治理不善”。它并不是前文动词 ἀπὸ ... ὤλεσας 的宾语或夺格性属格。
  4. §3.36.4λαβόντας — 尽管主动词 ἐνετείλατο(命令)支配与格 τοῖσι θεράπουσι(仆人们),但修饰不定式 ἀποκτεῖναι(处死)之逻辑主语的分词却采用了复数对格形式 λαβόντας。这是希腊语中不定式逻辑主语采用对格的标准句法。
  5. §3.36.5καταχρᾶσθαι — 由结果连词 ὥστε 引导的现在不定式(意为“处死、消灭”)。尽管在第一个条件分支(εἰ μὲν...)中,结果主句使用了将来时直陈语气 λάμψονται,但在第二个条件分支(ἢν δὲ...)中,句式回到了直接由 ὥστε 支配的不定式结构。

引用这一段

希罗多德, 历史 §3.36.1-3.36.6. Humanitext Reader, https://reader.humanitext.ai/zh/text/urn:cts:greekLit:tlg0016.tlg001.humanitext-grc2:3.36.1-3.36.6

请注明译文为AI草稿以及访问日期。

译文、注释与简介为AI生成的草稿,并根据读者反馈持续修订。