§3.20.1ἐπείτε δὲ τῷ Καμβύσῃ ἐκ τῆς Ἐλεφαντίνης ἀπίκοντο οἱ Ἰχθυοφάγοι, ἔπεμπε αὐτοὺς ἐς τοὺς Αἰθίοπας ἐντειλάμενος τὰ λέγειν χρῆν καὶ δῶρα φέροντας πορφύρεόν τε εἷμα καὶ χρύσεον στρεπτὸν περιαυχένιον καὶ ψέλια καὶ μύρου ἀλάβαστρον καὶ φοινικηίου οἴνου κάδον.
エレファンティネから魚食人たちがカンビュセスの元に到着すると、彼は言うべきことを指示し、さらに贈り物を携えさせて、彼らをエチオピア人のもとへ派遣した。 贈り物は、紫の衣、金のよじり首飾り、腕輪、香油のアラバスター壺、ヤシ酒の甕であった。
οἱ δὲ Αἰθίοπες οὗτοι, ἐς τοὺς ἀπέπεμπε ὁ Καμβύσης, λέγονται εἶναι μέγιστοι καὶ κάλλιστοι ἀνθρώπων πάντων.
カンビュセスが彼らを派遣した相手であるこのエチオピア人たちは、全人類の中で最も大柄で最も美しいと言われている。
§3.20.2νόμοισι δὲ καὶ ἄλλοισι χρᾶσθαι αὐτοὺς κεχωρισμένοισι τῶν ἄλλων ἀνθρώπων καὶ δὴ καὶ κατὰ τὴν βασιληίην τοιῷδε·
彼らはまた、他の人々とは異なる独自の慣習を有しており、とりわけ王位に関しては以下のようなものである(とされている)。
τὸν ἂν τῶν ἀστῶν κρίνωσι μέγιστόν τε εἶναι καὶ κατὰ τὸ μέγαθος ἔχειν τὴν ἰσχύν, τοῦτον ἀξιοῦσι βασιλεύειν.
市民の中で、最も大柄であり、かつその大きさにふさわしい強さを持っていると彼らが判断する者、この者を彼らは王たるにふさわしいとするのである。