§3.20.1ἐπείτε δὲ τῷ Καμβύσῃ ἐκ τῆς Ἐλεφαντίνης ἀπίκοντο οἱ Ἰχθυοφάγοι, ἔπεμπε αὐτοὺς ἐς τοὺς Αἰθίοπας ἐντειλάμενος τὰ λέγειν χρῆν καὶ δῶρα φέροντας πορφύρεόν τε εἷμα καὶ χρύσεον στρεπτὸν περιαυχένιον καὶ ψέλια καὶ μύρου ἀλάβαστρον καὶ φοινικηίου οἴνου κάδον.
When the Fish-eaters arrived from Elephantine for Cambyses, he sent them to the Ethiopians, having instructed them in what they had to say and bearing gifts: a purple robe, a golden twisted collar, bracelets, an alabaster jar of myrrh, and a jar of palm wine.
οἱ δὲ Αἰθίοπες οὗτοι, ἐς τοὺς ἀπέπεμπε ὁ Καμβύσης, λέγονται εἶναι μέγιστοι καὶ κάλλιστοι ἀνθρώπων πάντων.
These Ethiopians, to whom Cambyses was sending them, are said to be the tallest and most handsome of all men.
§3.20.2νόμοισι δὲ καὶ ἄλλοισι χρᾶσθαι αὐτοὺς κεχωρισμένοισι τῶν ἄλλων ἀνθρώπων καὶ δὴ καὶ κατὰ τὴν βασιληίην τοιῷδε· τὸν ἂν τῶν ἀστῶν κρίνωσι μέγιστόν τε εἶναι καὶ κατὰ τὸ μέγαθος ἔχειν τὴν ἰσχύν, τοῦτον ἀξιοῦσι βασιλεύειν.
They are said also to use other customs quite different from those of other men, and especially one of this kind regarding the kingship: whomever of the citizens they judge to be both the tallest and to have strength corresponding to his stature, this man they deem worthy to rule.