Humanitext Reader

ヘロドトス · 歴史 §3.14.1-3.14.11

カンビュセスによるプサメニトスの試練と涙

418 / 1577 箇所 · ギリシア語

要旨

カンビュセスは捕虜となったエジプト王プサメニトスを試すため、その娘を奴隷にし、息子を処刑に送るが、プサメニトスはそれらに耐え忍ぶ。しかし、かつての友人が物乞いに身を落とした姿を見て大声をあげて泣き、その理由を聞いたカンビュセスと周囲の者たちは深く同情し、慈悲をかける。

§3.14.1ἡμέρῃ δὲ δεκάτῃ ἀπʼ ἧς παρέλαβε τὸ τεῖχος τὸ ἐν Μέμφι Καμβύσης, κατίσας ἐς τὸ προάστειον ἐπὶ λύμῃ τὸν βασιλέα τῶν Αἰγυπτίων Ψαμμήνιτον, βασιλεύσαντα μῆνας ἕξ, τοῦτον κατίσας σὺν ἄλλοισι Αἰγυπτίοισι διεπειρᾶτο αὐτοῦ τῆς ψυχῆς ποιέων τοιάδε·
カンビュセスがメンフィスの城郭を占領してから十日目のこと、彼は、わずか六ヶ月間王位にあったエジプトの王プサメニトスを、侮辱する目的で郊外に座らせた。 彼を他のエジプト人たちとともに座らせた上で、カンビュセスは次のようなことを行って、彼の精神の持ちようを試した。
§3.14.2στείλας αὐτοῦ τὴν θυγατέρα ἐσθῆτι δουληίῃ ἐξέπεμπε ἐπʼ ὕδωρ ἔχουσαν ὑδρήιον, συνέπεμπε δὲ καὶ ἄλλας παρθένους ἀπολέξας ἀνδρῶν τῶν πρώτων, ὁμοίως ἐσταλμένας τῇ τοῦ βασιλέος.
まず、王の娘に奴隷の衣服を着せ、水瓶を持たせて水汲みに送り出した。 また、第一人者たちの娘たちの中から選ばれた他の乙女たちも、王の娘と同様の装いをさせて、彼女に同行させた。
§3.14.3ὡς δὲ βοῇ τε καὶ κλαυθμῷ παρήισαν αἱ παρθένοι παρὰ τοὺς πατέρας, οἱ μὲν ἄλλοι πάντες ἀντεβόων τε καὶ ἀντέκλαιον ὁρῶντες τὰ τέκνα κεκακωμένα, ὁ δὲ Ψαμμήνιτος προϊδὼν καὶ μαθὼν ἔκυψε ἐς τὴν γῆν.
乙女たちが大声で泣き叫びながら父親たちの前を通り過ぎると、他の父親たちはみな、我が子の無惨な姿を見て、同じように大声で泣き叫び返した。 しかしプサメニトスは、あらかじめ見てそれを知ると、ただ地面にうつむくだけであった。
§3.14.4παρελθουσέων δὲ τῶν ὑδροφόρων, δεύτερά οἱ τὸν παῖδα ἔπεμπε μετʼ ἄλλων Αἰγυπτίων δισχιλίων τὴν αὐτὴν ἡλικίην ἐχόντων, τούς τε αὐχένας κάλῳ δεδεμένους καὶ τὰ στόματα ἐγκεχαλινωμένους·
水汲みの一行が通り過ぎると、次にカンビュセスは、王の息子を、同い年の他の二千人のエジプト人たちとともに送り出した。 彼らは首に縄をかけられ、口に轡をはめられていた。
§3.14.5ἤγοντο δὲ ποινὴν τίσοντες Μυτιληναίων τοῖσι ἐν Μέμφι ἀπολομένοισι σὺν τῇ νηί.
彼らは、メンフィスにおいて船とともに命を落としたミュティレネ人たちのための報復として、死刑に処されるために引かれていくところであった。
ταῦτα γὰρ ἐδίκασαν οἱ βασιλήιοι δικασταί, ὑπὲρ ἀνδρὸς ἑκάστου δέκα Αἰγυπτίων τῶν πρώτων ἀνταπόλλυσθαι.
というのも、王の裁判官たちが、殺された一人につき第一人者のエジプト人十人を代わりに死なせるべし、との判決を下したからである。
§3.14.6ὁ δὲ ἰδὼν παρεξιόντας καὶ μαθὼν τὸν παῖδα ἡγεόμενον ἐπὶ θάνατον, τῶν ἄλλων Αἰγυπτίων τῶν περικατημένων αὐτὸν κλαιόντων καὶ δεινὰ ποιεύντων, τὠυτὸ ἐποίησε τὸ καὶ ἐπὶ τῇ θυγατρί.
プサメニトスは、彼らが通り過ぎるのを見、自分の息子が死への行進の先頭に立っているのを知ると、彼の周りに座っていた他のエジプト人たちが泣き叫び、無惨な運命に憤る中、娘の時とまったく同じようにした。
§3.14.7παρελθόντων δὲ καὶ τούτων, συνήνεικε ὥστε τῶν συμποτέων οἱ ἄνδρα ἀπηλικέστερον, ἐκπεπτωκότα ἐκ τῶν ἐόντων ἔχοντά τε οὐδὲν εἰ μὴ ὅσα πτωχὸς καὶ προσαιτέοντα τὴν στρατιήν, παριέναι Ψαμμήνιτόν τε τὸν Ἀμάσιος καὶ τοὺς ἐν τῷ προαστείῳ κατημένους Αἰγυπτίων.
この一行も通り過ぎると、次のようなことが起こった。 かつて彼の会食仲間であり、すでに高齢の男で、すべての財産を失って何も持たず、物乞いとして軍勢に施しを求めている者が、プサメニトスおよび郊外に座っているエジプト人たちの前を通り過ぎたのである。
ὁ δὲ Ψαμμήνιτος ὡς εἶδε, ἀνακλαύσας μέγα καὶ καλέσας ὀνομαστὶ τὸν ἑταῖρον ἐπλήξατο τὴν κεφαλήν.
プサメニトスは彼を見るや、大声をあげて泣き、友の名を呼びながら、自分の頭を叩いた。
§3.14.8ἦσαν δʼ ἄρα αὐτοῦ φύλακοι, οἳ τὸ ποιεύμενον πᾶν ἐξ ἐκείνου ἐπʼ ἑκάστῃ ἐξόδῳ Καμβύσῃ ἐσήμαινον.
ところで、そこには彼の監視役たちがおり、彼が何をするかをことごとく、一行が通り過ぎるたびにカンビュセスへと報告していた。
θωμάσας δὲ ὁ Καμβύσης τὰ ποιεύμενα, πέμψας ἄγγελον εἰρώτα αὐτὸν λέγων τάδε.
カンビュセスは彼の振る舞いを不思議に思い、使者を送って次のように尋ねさせた。
§3.14.9δεσπότης σε Καμβύσης, Ψαμμήνιτε, εἰρωτᾷ διʼ ὅ τι δὴ τὴν μὲν θυγατέρα ὁρέων κεκακωμένην καὶ τὸν παῖδα ἐπὶ θάνατον στείχοντα οὔτε ἀνέβωσας οὔτε ἀπέκλαυσας, τὸν δὲ πτωχὸν οὐδὲν σοὶ προσήκοντα, ὡς ἄλλων πυνθάνεται, ἐτίμησας.
「主君カンビュセスがお前に尋ねておられる、プサメニトスよ。 娘が無惨な姿になり、息子が死に向かって歩いていくのを見ても、お前は叫びもせず、泣きもしなかったのに、他者から聞いたところによれば、お前とは何の関係もない物乞いに、なぜこれほど深く配慮するのか、と。
ὃ μὲν δὴ ταῦτα ἐπειρώτα, ὃ δʼ ἀμείβετο τοῖσιδε.
」使者がこのように尋ねると、彼は次のように答えた。
§3.14.10ὦ παῖ Κύρου, τὰ μὲν οἰκήια ἦν μέζω κακὰ ἢ ὥστε ἀνακλαίειν, τὸ δὲ τοῦ ἑταίρου πένθος ἄξιον ἦν δακρύων, ὃς ἐκ πολλῶν τε καὶ εὐδαιμόνων ἐκπεσὼν ἐς πτωχηίην ἀπῖκται ἐπὶ γήραος οὐδῷ.
「キュロスの子よ、身内の不幸はあまりにも大きすぎて、泣くことすらできませんでした。 しかし、友の悲しみは涙を流すに値します。 彼は多くの富と幸福から転落し、老年の入り口に立って物乞いとなってしまったのですから。
καὶ ταῦτα ὡς ἀπενειχθέντα ὑπὸ τούτου εὖ δοκέειν σφι εἰρῆσθαι,
」この言葉が報告されると、彼らにとって実に優れた言い分であると思われた。
§3.14.11ὡς λέγεται ὑπʼ Αἰγυπτίων, δακρύειν μὲν Κροῖσον (ἐτετεύχεε γὰρ καὶ οὗτος ἐπισπόμενος Καμβύσῃ ἐπʼ Αἴγυπτους), δακρύειν δὲ Περσέων τοὺς παρεόντας·
エジプト人たちの語るところによれば、クロイソスも涙を流し(というのも、彼もカンビュセスに随行してエジプトに来ていたからである)、同席していたペルシア人たちも涙を流した。
αὐτῷ τε Καμβύσῃ ἐσελθεῖν οἶκτον τινά, καὶ αὐτίκα κελεύειν τόν τέ οἱ παῖδα ἐκ τῶν ἀπολλυμένων σώζειν καὶ αὐτὸν ἐκ τοῦ προαστείου ἀναστήσαντας ἄγειν παρʼ ἑωυτόν.
そしてカンビュセス自身にも憐れみの情が湧き起こり、ただちに、彼の息子を処刑される者たちの中から救い出し、彼自身も郊外から立ち上がらせ、自分の元へ連れてくるよう命じた。

語釈・文法注

  1. 3.14.1ἀπʼ ἧς — 先行詞である ἡμέρῃ に対する関係代名詞 ἧς が属格をとっているのは、関係節の前に省略された指示代名詞に伴う前置詞 ἀπό の支配を受けているためである。本来は ἀπʼ ἐκείνης τῆς ἡμέρης ἧς... の構造から先行部分が省略された形である。
  2. 3.14.4τοὺς αὐχένας κάλῳ δεδεμένους καὶ τὰ στόματα ἐγκεχαλινωμένους — 完了受動分詞 δεδεμένους(縛られた)および ἐγκεχαλινωμένους(轡をはめられた)に伴う、いわゆる「関係(仕様)の対格」τοὺς αὐχένας(首を)および τὰ στόματα(口を)の用法である。身体の部位について「〜に関して」という意味を表す。
  3. 3.14.7συνήνεικε ὥστε ... παριέναι — συνήνεικε(συμφέρω のアオリスト、ヘロドトス方言形。アッティカ方言の συνέβη に相当)に ὥστε と不定詞(παριέναι)が続く非人称構文で、「〜ということが起こった」「たまたま〜となった」という出来事の発生を表すヘロドトス特有の慣用表現である。
  4. 3.14.10μέζω κακὰ ἢ ὥστε ἀνακλαίειν — 比較級 μέζω(μείζω)+ ἤ + ὥστε + 不定詞による「〜するにはあまりにも...すぎる」という制限・結果の構文である。「泣き叫ぶには大きすぎる災い」すなわち「涙を流すことすらできないほどの惨劇」を意味する。
  5. 3.14.10καὶ ταῦτα ὡς ἀπενειχθέντα ὑπὸ τούτου εὖ δοκέειν σφι εἰρῆσθαι — ヘロドトスの間接話法(伝聞スタイル)における ὡς + 対格絶対(ここでは ἀπενειχθέντα)に、主節の不定詞 δοκέειν(δοκεῖν)が続く。語り手が伝聞(「〜と言われている」)のニュアンスを維持するために、文全体を対格不定詞構文(A.C.I.)の中に置いている。

この箇所を引用する

ヘロドトス, 歴史 §3.14.1-3.14.11. Humanitext Reader, https://reader.humanitext.ai/text/urn:cts:greekLit:tlg0016.tlg001.humanitext-grc2:3.14.1-3.14.11

AIによる草稿訳である旨と閲覧日を添えてください。

訳文・注・要旨はAIによる草稿で、読者の指摘により改訂されています。