§3.14.1ἡμέρῃ δὲ δεκάτῃ ἀπʼ ἧς παρέλαβε τὸ τεῖχος τὸ ἐν Μέμφι Καμβύσης, κατίσας ἐς τὸ προάστειον ἐπὶ λύμῃ τὸν βασιλέα τῶν Αἰγυπτίων Ψαμμήνιτον, βασιλεύσαντα μῆνας ἕξ, τοῦτον κατίσας σὺν ἄλλοισι Αἰγυπτίοισι διεπειρᾶτο αὐτοῦ τῆς ψυχῆς ποιέων τοιάδε· §3.14.2στείλας αὐτοῦ τὴν θυγατέρα ἐσθῆτι δουληίῃ ἐξέπεμπε ἐπʼ ὕδωρ ἔχουσαν ὑδρήιον, συνέπεμπε δὲ καὶ ἄλλας παρθένους ἀπολέξας ἀνδρῶν τῶν πρώτων, ὁμοίως ἐσταλμένας τῇ τοῦ βασιλέος.
在冈比西斯占领孟斐斯城墙后的第十天,为了侮辱埃及国王普萨美尼托斯(他仅统治了六个月),冈比西斯让他坐在郊外。 在让他与其他埃及人一同坐下之后,冈比西斯通过做以下这些事情来测试他的精神:他让普萨美尼托斯的女儿穿上奴隶的衣服,拿着水罐送她去打水,同时也派遣了其他从显贵中选出的年轻女子,让她们穿上与国王女儿相同的衣服同行。
§3.14.3ὡς δὲ βοῇ τε καὶ κλαυθμῷ παρήισαν αἱ παρθένοι παρὰ τοὺς πατέρας, οἱ μὲν ἄλλοι πάντες ἀντεβόων τε καὶ ἀντέκλαιον ὁρῶντες τὰ τέκνα κεκακωμένα, ὁ δὲ Ψαμμήνιτος προϊδὼν καὶ μαθὼν ἔκυψε ἐς τὴν γῆν.
当这些年轻女子哭喊着从她们的父亲面前走过时,其他所有人看到自己的孩子受尽屈辱,都跟着大声哭喊回应,但普萨美尼托斯在看到并明白之后,只是向地面低下了头。
§3.14.4παρελθουσέων δὲ τῶν ὑδροφόρων, δεύτερά οἱ τὸν παῖδα ἔπεμπε μετʼ ἄλλων Αἰγυπτίων δισχιλίων τὴν αὐτὴν ἡλικίην ἐχόντων, τούς τε αὐχένας κάλῳ δεδεμένους καὶ τὰ στόματα ἐγκεχαλινωμένους·
打水的人走过去之后,冈比西斯接着送出了普萨美尼托斯的儿子,以及另外两千名同龄的埃及人,他们的脖子上套着绳索,嘴里套着马嚼子。
§3.14.5ἤγοντο δὲ ποινὴν τίσοντες Μυτιληναίων τοῖσι ἐν Μέμφι ἀπολομένοισι σὺν τῇ νηί. ταῦτα γὰρ ἐδίκασαν οἱ βασιλήιοι δικασταί, ὑπὲρ ἀνδρὸς ἑκάστου δέκα Αἰγυπτίων τῶν πρώτων ἀνταπόλλυσθαι.
他们被带去为在孟斐斯与船只一同丧生的米蒂利尼人接受惩罚(抵命);因为皇家法官们判决,每死一人,就要有十名显贵的埃及人作为报复而被处死。
§3.14.6ὁ δὲ ἰδὼν παρεξιόντας καὶ μαθὼν τὸν παῖδα ἡγεόμενον ἐπὶ θάνατον, τῶν ἄλλων Αἰγυπτίων τῶν περικατημένων αὐτὸν κλαιόντων καὶ δεινὰ ποιεύντων, τὠυτὸ ἐποίησε τὸ καὶ ἐπὶ τῇ θυγατρί.
普萨美尼托斯看到他们走过,并明白自己的儿子正走在死刑队伍的前列,在周围坐着的其他埃及人哭泣并为这悲惨命运悲愤时,他做出了和对待女儿时完全相同的事。
§3.14.7παρελθόντων δὲ καὶ τούτων, συνήνεικε ὥστε τῶν συμποτέων οἱ ἄνδρα ἀπηλικέστερον, ἐκπεπτωκότα ἐκ τῶν ἐόντων ἔχοντά τε οὐδὲν εἰ μὴ ὅσα πτωχὸς καὶ προσαιτέοντα τὴν στρατιήν, παριέναι Ψαμμήνιτόν τε τὸν Ἀμάσιος καὶ τοὺς ἐν τῷ προαστείῳ κατημένους Αἰγυπτίων.
当这一队人也走过去之后,碰巧发生了这样的事:一个以前和他一同饮酒的同伴,年纪已经很大,失去了所有的财产,除了乞丐拥有的东西外一无所有,正在向军队乞讨,他从阿玛西斯之子普萨美尼托斯以及坐在郊外的埃及人面前走过。
ὁ δὲ Ψαμμήνιτος ὡς εἶδε, ἀνακλαύσας μέγα καὶ καλέσας ὀνομαστὶ τὸν ἑταῖρον ἐπλήξατο τὴν κεφαλήν.
普萨美尼托斯一看到他,就大声痛哭,直呼朋友的名字,并用力捶打自己的头部。
§3.14.8ἦσαν δʼ ἄρα αὐτοῦ φύλακοι, οἳ τὸ ποιεύμενον πᾶν ἐξ ἐκείνου ἐπʼ ἑκάστῃ ἐξόδῳ Καμβύσῃ ἐσήμαινον.
当时有监视他的人在场,他们把普萨美尼托斯在每次有人走过时所做的一切都报告给冈比西斯。
θωμάσας δὲ ὁ Καμβύσης τὰ ποιεύμενα, πέμψας ἄγγελον εἰρώτα αὐτὸν λέγων τάδε. §3.14.9δεσπότης σε Καμβύσης, Ψαμμήνιτε, εἰρωτᾷ διʼ ὅ τι δὴ τὴν μὲν θυγατέρα ὁρέων κεκακωμένην καὶ τὸν παῖδα ἐπὶ θάνατον στείχοντα οὔτε ἀνέβωσας οὔτε ἀπέκλαυσας, τὸν δὲ πτωχὸν οὐδὲν σοὶ προσήκοντα, ὡς ἄλλων πυνθάνεται, ἐτίμησας.
冈比西斯对他的行为感到惊奇,便派使者去问他,说道: “普萨美尼托斯,你的主子冈比西斯问你,为什么你看到女儿受尽屈辱,儿子走向死亡,既没有大喊也没有痛哭,却对一个与你毫无关系的乞丐,正如冈比西斯从别人那里听说的那样,给予了如此深切的关怀?
ὃ μὲν δὴ ταῦτα ἐπειρώτα, ὃ δʼ ἀμείβετο τοῖσιδε. §3.14.10ὦ παῖ Κύρου, τὰ μὲν οἰκήια ἦν μέζω κακὰ ἢ ὥστε ἀνακλαίειν, τὸ δὲ τοῦ ἑταίρου πένθος ἄξιον ἦν δακρύων, ὃς ἐκ πολλῶν τε καὶ εὐδαιμόνων ἐκπεσὼν ἐς πτωχηίην ἀπῖκται ἐπὶ γήραος οὐδῷ.
” 使者提出了这个问题,而他回答说: “居鲁士之子啊,我自身的灾难太深重了,以至于无法哭泣;但朋友的悲哀却值得流泪,因为他从丰衣足食和幸福中坠落,在老年的门槛上成为了乞丐。
καὶ ταῦτα ὡς ἀπενειχθέντα ὑπὸ τούτου εὖ δοκέειν σφι εἰρῆσθαι,
” 当这些话被汇报上去后,他们认为他说得非常好。
§3.14.11ὡς λέγεται ὑπʼ Αἰγυπτίων, δακρύειν μὲν Κροῖσον (ἐτετεύχεε γὰρ καὶ οὗτος ἐπισπόμενος Καμβύσῃ ἐπʼ Αἴγυπτους), δακρύειν δὲ Περσέων τοὺς παρεόντας· αὐτῷ τε Καμβύσῃ ἐσελθεῖν οἶκτον τινά, καὶ αὐτίκα κελεύειν τόν τέ οἱ παῖδα ἐκ τῶν ἀπολλυμένων σώζειν καὶ αὐτὸν ἐκ τοῦ προαστείου ἀναστήσαντας ἄγειν παρʼ ἑωυτόν.
据埃及人说,克洛伊索斯也流下了眼泪(因为他也曾随同冈比西斯来到埃及),在场的波斯人也流下了眼泪;冈比西斯本人也产生了一种怜悯之情,他立即下令,要把普萨美尼托斯的儿子从被处死的人中救出来,并把普萨美尼托斯自己从郊外扶起来,带到自己身边。