§3.13.1οἱ δὲ Αἰγύπτιοι ἐκ τῆς μάχης ὡς ἐτράποντο, ἔφευγον οὐδενὶ κόσμῳ·
エジプト人たちは、戦いから敗走するや、まったくの無秩序状態で逃げ去った。
κατειληθέντων δὲ ἐς Μέμφιν, ἔπεμπε ἀνὰ ποταμὸν Καμβύσης νέα Μυτιληναίην κήρυκα ἄγουσαν ἄνδρα Πέρσην, ἐς ὁμολογίην προκαλεόμενος Αἰγυπτίους.
彼らがメンフィスに追い詰められ閉じ込められると、カンビュセスは、ペルシア人の伝令を乗せたミュティレネの船を川上に派遣し、エジプト人たちに降伏を勧告した。
§3.13.2οἳ δὲ ἐπείτε τὴν νέα εἶδον ἐσελθοῦσαν ἐς τὴν Μέμφιν, ἐκχυθέντες ἁλέες ἐκ τοῦ τείχεος τήν τε νέα διέφθειραν καὶ τοὺς ἄνδρας κρεουργηδὸν διασπάσαντες ἐφόρεον ἐς τὸ τεῖχος.
彼らは、その船がメンフィスに入ってくるのを見るや、城壁から一団となってどっと繰り出し、船を破壊し、男たちを八つ裂きにして、その肉を城壁内へ持ち去った。
§3.13.3καὶ Αἰγύπτιοι μὲν μετὰ τοῦτο πολιορκεύμενοι χρόνῳ παρέστησαν, οἱ δὲ προσεχέες Λίβυες δείσαντες τὰ περὶ τὴν Αἴγυπτον γεγονότα παρέδοσαν σφέας αὐτοὺς ἀμαχητὶ καὶ φόρον τε ἐτάξαντο καὶ δῶρα ἔπεμπον.
そしてエジプト人たちは、この後包囲され、やがて降伏した。 また隣接するリビア人たちは、エジプトの身に起こったことを恐れて、戦わずして自ら降伏し、貢納金を自らに課すことを約束し、贈り物を送ってきた。
ὣς δὲ Κυρηναῖοι καὶ Βαρκαῖοι, δείσαντες ὁμοίως καὶ οἱ Λίβυες, τοιαῦτα ἐποίησαν.
キュレネ人やバルカ人も、リビア人たちと同様に恐れて、同じようにした。
§3.13.4Καμβύσης δὲ τὰ μὲν παρὰ Λιβύων ἐλθόντα δῶρα φιλοφρόνως ἐδέξατο·
カンビュセスは、リビア人たちから届いた贈り物は好意的に受け取った。
τὰ δὲ παρὰ Κυρηναίων ἀπικόμενα μεμφθείς, ὡς ἐμοὶ δοκέει, ὅτι ἦν ὀλίγα·
しかしキュレネ人たちから届いた贈り物については、私に言わせれば、あまりにも僅かであったため不満を抱いた。
ἔπεμψαν γὰρ δὴ πεντακοσίας μνέας ἀργυρίου οἱ Κυρηναῖοι·
実際、キュレネ人たちが送ったのは、銀500ミナにすぎなかったのである。
ταύτας δρασσόμενος αὐτοχειρίῃ διέσπειρε τῇ στρατιῇ.
これをカンビュセスは自らの手で掴み取り、軍勢にばら撒いてしまった。